Ἐπ᾿ ἀληθεἰς οἶδα ὅτι οὕτως ἐστίν. πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ Κυρίῳ;
—
ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ, οὐ μὴ ὑπακούσῃ αὐτῷ, ἳνα μὴ ἀντείπῃ πρὸς ἔνα λόγον αὐτοῦ ἐκ χιλίων.
—
σοφὸς γάρ ἐστιν διανοίᾳ, κραταιός τε καὶ μέγας· τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν;
—
ὁ παλαιῶν ὄρη, οὐκ οἴδασιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ·
—
ὁ σείων τὴν ὑπʼ οὐρανὸν ἐκ θεμελίων, οἱ δὲ στύλοι αὐτῆς σαλεύονται·
—
ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκόλιόν τι ἐπενόησεν,
—
ὁ τανύσας τὸν οὐρανὸν μόνος, περιπατῶν ὡς ἐπʼ ἐδάφους ἐπὶ θαλάσσης·
—
ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμεῖα Νότου·
—
ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὦν οὐκ ἔστιν ἀριθμός.
—
ἐὸν ὑπερβῇ με. οὐ μὴ ἴδω· καὶ ἐὰν παρέλθῃ με, οὐδʼ ὣς ἔγνων.
—
ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψεις ἤ τίς ἐρεῖ αὐτῷ Τί ἐποίησας;
—
αὐτὸς γὰρ ἀπέστραπται ὀργήν, ὑπʼ αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπʼ οὐρανόν.
—
ἐὸν δέ μου ὑπακούσεται, ἦ διακρινεῖ τὰ ῥήματά μου.
—
ἐὰν γὰρ δίκαιος, οὐκ εἰσακούσεταί μου, τοῦ κρίματος αὐτοῦ δεηθήσομαι·
—
ἐάν τε καλέσαν καὶ μὴ ὑπακούσῃ, οὐ πιστεύω ὅτι εἰσακήκοεν μου.
—
μὴ γνόφῳ με ἐκτρίψῃς πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκεν διά κενῆς.
—
οὐκ ἐῷ γάρ με ἀναπνεῦσαι, ἐνέπλησεν δέ με πικρίας.
—
ὅτι μέν γὰρ ἰσχύει, κρατεῖ τίς οὗν κρίματι αὐτοῦ ἀντιστήσεται;
—
ἐὰν γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει· ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι.
—
εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῆ ψυχῇ. πλὴν ἀφαιρεῖταί μου ἡ ζωή.
—
διὸ εἶπον Μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή,
—
ὅτι φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ, ἀλλὰ δίκαιοι καταγελῶνται·
—
παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς. πρόσωπα κριτῶν αὐτῆς συνκαλύπτει· εἰ δὲ μὴ αὐτός ἐστιν, τίς ἐστιν;
—
ὁ δὲ βίος μού ἐστιν ἐλαφρώτερος δρομέως· ἀπέδρασαν, καὶ οὐκ εἴδοσαν.
—
ἢ καὶ ἔστιν ναυσὶν ἴχνος ὁδοῦ, ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν
—
ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν, συνκύψας τῷ προσώπῳ στενάξω.
—
σείομαι πᾶσιν τοῖς μέλεσιν, οἶδα γὰρ ὅτι οὐκ ἀθῷόν με ἐάσεις.
—
ἐπειδὴ δέ εἰμι ἀσεβῆς, διὰ τί οὐκ ἀπέθανον;
—
ἐὰν γὰρ ἀπολούσωμαι χιόνι, καὶ ἀποκαθάρωμαι χερσὶν καθαραῖς,
—
ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας, ἐβδελύξατο δέ με ἡ στολή.
—
οὐ γὰρ εἶ ἄνθρωπος κατʼ ἐμὲ ᾧ ἀντικρινομαι, ἳνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν.
—
εἲθε ἦν ὁ μεσίτης ἡμῶν καὶ ἐλέγχων καὶ διακούων ἀνὰ μέσον ἀμφοτέρων·
—
ἀπαλλαξάτω ἀπʼ ἐμοῦ τὴν ῥάβδον, ὁ δὲ φόβος αὐτοῦ μή με στροβείτω,
—
καὶ οὐ μὴ φοβηθῶ ἀλλὰ λαλήσω· οὐ γὰρ οὕτω συνεπίσταμαι,
—