κάμνων τῇ ψυχῇ μου. στένων ἐπαφήσω ἐπʼ αὐτὸν τὰ ῥήματά μου· λαλήσαω πικρίᾳ ψυχῆς μου συνεχόμενος.
—
καὶ ἐρῶ πρὸς Κύριον Μή με ἀσεβεῖν δίδασκε· καὶ διὰ τί με οὕτως ἔκρινας;
—
ἢ καλόν σοι ἐὰν ἀδικήσω; ὅτι ἀπείπω ἔργα χειρῶν σου, βουλῆ δὲ ἀσεβῶν προσέσχες;
—
ἢ ὥσπερ βροτὸς ὁρᾷ καθορᾷς; ἢ καθὼς ὁρᾷ ἄνθρωπος βλέψῃς
—
ἢ ὁ βίος σου ἀνθρώπινός ἐστιν, ἢ τὰ ἔτη σου ἀνδρός;
—
ὃτι ἀνεζήτησας τὴν ἀνομίαν μου, καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας;
—
οἲδας γὰρ ὅτι οὐκ ἠσέβησα· ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος
—
αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με. μετὰ ταῦτα μεταβαλὼν με ἔπαισας.
—
9μνήσθητι ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις.
—
ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρωσας δέ με ἲσα τυρῷ ;
—
δέρμα δὲ καὶ κρέα με ἐνέδυσας, ὀστέοις δέ καὶ νεύροις με ἔνειρας·
—
ζωὴν δὲ καὶ ἔλεος ἔθου παρʼ ἐμοί, ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέν μου τὸ πνεῦμα.
—
ταῦτα ἔχων ἐν σεαυτῷ οἶδα ὅτι πάντα δύνασαι· ἀδυνατεῖ δέ σοι οὐθέν.
—
ἐάν τε γὰρ ἁμάρτω, φυλάσσεις με, ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῷόν με πεποίηκας.
—
ἐάν τε γὰρ ἀσεβήσω, οἲμοι· ἐὰν δὲ δἰκαιος, οὐ δύναμαι ἀνακύψαι. πλήρης γὰρ ἀτιμίας εἰμί.
—
ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν· πάλιν γὰρ μεταβαλὼν δεινῶς με ὀλέκεις.
—
ἐπανακαινίζων ἐπʼ ἐμὲ τὴν ἔτασίν μου· ὀργῇ δὲ μεγάλη μοι ἐχρήσω. ἐπήγαγες δὲ ἐπʼ ἐμέ πειρατήρια.
—
ἲνα τί οὖν ἐκ κοιλίας με ἐξήγαγες, καὶ οὐκ ἀπέθανον, ὀφθαλμὸς δέ με οὐκ εἶδεν,
—
καὶ ὥσπερ οὐκ ὤν ἐγενόμην διὰ τί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην;
—
ἤ οὐκ ὀλίγος ἐστὶν ὁ βίος τοῦ χρόνου μου ἔασόν με ἀναπαύσασθαι μικρὸν
—
πρὸ τοῦ με πορευθῆναι ὅθεν οὐκ ἀναστρέψω, εἰς γῆν σκοτινὴν καὶ γνοφεράν, (22)εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστιν φέγγος οὐδὲ ὁρᾶν ζωὴν βροτῶν.
—