᾿γπολαβὼν δὲ Σωφὰρ ὁ Μειναῖος λέγει
—
Ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται· ἤ καὶ ὁ εὔλαλος οἴεται εἶναι δίκαιος
—
εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος. μὴ πολὺς ἐν ῥήμασιν γίνου, οὐ γάρ ἐστιν ὁ ἀντικρινόμενός σοι.
—
μὴ γὰρ λέγε ὅτι Καθαρός εἰμι τοῖς ἔργοις καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ.
—
ἀλλὰ πῶς ἂν ὁ κύριος λαλήσαι πρὸς σέ; καὶ ἀνοίξει χείλη αὐτοῦ μετὰ σοῦ;
—
εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας. ὅτι διπλοῦς ἔσται τῶν κατὰ σέ· καὶ τότε γνώσῃ ὅτι ἄξιά σοι ἀπέβη ἀπὸ Κυρίου ὧν ἡμάρτηκας
—
ἤ ἴχνος Κυρίου εὑρήσεις; ἢ εἰς τὰ ἔσχατα ἀφίκου ἄ ἐποίησεν ὁ παντοκράτωρ;
—
ὑψηλὸς ὁ οὐρανός, καὶ τἰ ποιήσεις; βαθύτερα δὲ τῶν ἐν ᾅδου· τἰ οἰδας;
—
ἤ μακρότερα μέτρου γῆς ἤ εὔρους θαλάσσης.
—
ὲὰαταστρέψῃ τὰ πάντα, τίς ἐρεῖ αὐτῷ Γί ἐποίησας;
—
αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων, ἰδὼν δὲ ἄτοπα οὐ παρόψεται.
—
ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις· βροτὸς δέ γεννητὸς γυναικὸς ἴσα ἄνῳ ἐρημίτῃ.
—
εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου, ὑπτιάζεις δέ χεῖρας πρὸς αὐτόν·
—
εἰ ἄνομόν τί ἐστιν ἐν χερσίν σου, πόρρω ποίησον αὐτὸ ἀπὸ σοῦ, ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω.
—
οὕτως γὰρ ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν, ἐκδύσῃ δὲ ῥύπον καὶ οὐ μὴ φοβηθῇς·
—
καὶ τὸν κόπον ἐπιλήσῃ ὥσπερ κῦμα παρελθόν, καὶ οὐ πτοηθήσῃ·
—
ἡ δὲ εὐχή σου ὥσπερ ἑωσφόρος. ἐκ δὲ μεσημβρίας ἀνατελεῖ σοι ζωή·
—
πεποιθώς τε ἔσῃ ὅτι ἔστιν σοι ἐλπίς, ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη.
—
ἡσυχάσεις γάρ, καὶ οὐκ ἔσται ὁ πολεμῶν σε· μεταβαλόμενοι δὲ πολλοί σου δεηθήσονται.
—
σωτηρία δὲ αὐτοὺς ἀπολείψει· ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπώλεια, ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται.
—