Εἶτα ὑμεῖς ἐστε ἄνθρωποι· ἦ μεθʼ ὑμῶν τελευτήσει σοφία.
—
κἀμοὶ μὲν καρδἰα καθʼ ὑμᾶς ἐστιν.
—
δίκαιος γὰρ ἀνὴρ καὶ ἄμεμπτος ἐγενήθη εἰς χλεύασμα·
—
εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστο πεσεῖν ὑπὸ ἄλλων. (6) οἴκους τε αὐτοῦ ἐκπορθεῖσθαι ὑπὸ ἀνόμων.
—
οὐ μὴν δὲ ἀλλὰ μηδεὶς πεποιθέτω πονηρὸς ὢν ἀθῷος ἔσεσθαι, ὅσοι παροργίζουσιν τὸν κύριον, ὡς οὐχὶ καὶ ἔτασις αὐτῶν ἔσται.
—
ἀλλὰ δὴ ἐρώτησον τετράποδα ἐάν σοι εἴπωσιν. πετεινὰ δὲ οὐρανοῦ ἐάν σοι ἀπαγγείλωσιν·
—
ἐκδιήγησαι γῇ ἐάν σοι φράσῃ, καὶ ἐξηγήσονταί σοι οἱ ἰχθύες τῆς θαλάσσης.
—
τίς οὖν οὐκ ἔγνω ἐν πᾶσι τούτοις ὅτι χεὶρ Κυρίου ἐποίησεν ταῦτα;
—
εἰ μὴ ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων ζώντων καὶ πνεῦμα παντὸς ἀνθρώπου;
—
νοῦς μὲν γὰρ ῥήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται.
—
ἐν πολλῷ χρόνῳ σοφία, ἐν δὲ πολλῷ βἰῳ ἐπιστήμη.
—
παρʼ αὐτῷ σοφία καὶ δύναμις, αὐτῷ βουλὴ καὶ σύνεσις.
—
ἐὰν καταβάλῃ, τίς οἰκοδομήσει; ἐὰν κλείσῃ κατὰ ἀνθρώπων, τίς ἀνοίξει;
—
ἐὰν κωλύσῃ τὸ ὕδωρ, ξηρανεῖ τὴν γῆν· ἐὰν δὲ ἐπαφῇ, ἀπώλεσεν αὐτὴν καταστρέψας.
—
παρʼ αὐτῷ κράτος καὶ ἰσχύς, αὐτῷ ἐπιστήμη καὶ σύνεσις.
—
διάγων βουλευτὰς αἰχμαλώτους, κριτὰς δὲ γῆς ἐξέστησεν.
—
καθιζάνων βασιλεῖς ἐπὶ θρόνους, καὶ περιέδησεν ζώνῃ ὀσφύας αὐτῶν
—
ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους, δυνάστας δὲ γῆς κατέστρεψεν.
—
διαλλάσσων χείλη πιστῶν σύνεσιν δὲ πρεσβυτέρων ἔγνω.
—
ἐκχέων ἀτιμίαν ἐπʼ ἄρχοντας, ταπεινοὺς δὲ ἰάσατο.
—
ἀνακαλύπτων βαθέα ἐκ σκότους ἐξήγαγεν δὲ εἰς φῶς σκιὰν θανάτου.
—
καταστρωννύων ἔθνη καὶ καθοδηγῶν αὐτά.
—
διαλλάσσων καρδίας ἀρχόντων γῆς, ἐπλάνησεν δὲ αὐτοὺς ἐν ὁδῷ ἦ οὐκ ἤδεισαν·
—
ψηλαφήσαισαν σκότος καὶ μὴ φῶς, πλανηθείησαν δὲ ὥσπερ ὁ μεθύων.
—