ἰδοὺ ταῦτα ἑόρακέν μου ὁ ὀφθαλμὸς καὶ ἀκήκοεν μου τὸ οὖς·
—
καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν.
—
οὐ μὴν δὲ ἀλλ᾿ ἐγὼ πρὸς Κύριον λαλήσω, ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται.
—
ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες
—
εἴῃ δὲ ὑμῖν κωφεῦσαι, καὶ ἀποβήσεται ὑμῖν σοφία.
—
ἀκούσατε ἔλεγχον τοῦ στόματός μου, κρίσιν δέ χειλέων μου σροσέχετε.
—
πότερον οὐκ ἔναντι Κυρίου λαλεῖτε,
—
ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον; 8ἢ ἡποστελεῖσθε; ὑμεῖς δὲ αὐτοὶ κριταὶ γένεσθε.
—
καλὸν γὰρ ἐὰν ἐξιχνιάσῃ ὑμᾶς; εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ,
—
οὐθὲν ἦττον ἐλέγξει ὑμᾶς· εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσεσθε,
—
πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς; ὁ φόβος δὲ παρʼ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν,
—
ἀποβήσεται δὲ ὑμῶν τὸ ἀγαυρίαμα ἴσα σποδῷ, τὸ δὲ σῶμα πήλινον.
—
κωφεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ,
—
ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν, ψυχὴν δέ μου θήσω ἐν χερί.
—
ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται, ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ·
—
καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται.
—
ἀκούσατε, ἀκούσατε τὰ ῥήματά μου, ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων.
—
ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου. οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι.
—
τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι, ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω;
—
δυεῖν δέ μοι χυήσῃ, τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι·
—
τὴν χεῖρα ἀπʼ ἐμοῦ ἀπέχου, καὶ ὁ φόβος σου μὴ με καταπλησσέτω.
—
εἶτ᾿ ἂν καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι· ἤ λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν.
—
πόσαι εἰσὶν αἵ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου; δίδαξόν με τἰνες εἰσίν.
—
διὰ τί ἀπʼ ἐμοῦ κρύπτῃ, ἥγησαι δέ με ὑπεναντίον σοι;
—
ἤ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ, ἤ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι;
—
ὅτι κατέγραψας κατʼ ἐμοῦ κακά, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας·
—
ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, ἐφύλαξας δέ μου πάντα τὰ ἔργα, εἰς δὲ ῤίζας τῶν ποδῶν μου ἀφίκου·
—
ὄ παλαιοῦται ἴσα ἀσκῷ, ἡ ὥσπερ ἱμάτιον σητόβρωτον.
—