βροτὸς γὰρ γεννητὸς γυναικὸς ὀλιγόβιος καὶ πλήρης ἀργῆς,
—
ἤ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν, ἀπέδρα δὲ ὥσπερ σκιὰ καὶ οὐ μὴ στῇ.
—
οὐχὶ καὶ τούτου λόγον ἐποιήσω, καὶ τούτου ἐποίησας εἰσελθῖν ἐν κρίματι ἐνώπιόν σου
—
τίς γὰρ καθαρὸς ἔσται ἀπὸ ῥύπου ; ἀλλ᾿ οὐθεἰς,
—
ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς· ἀριθμητοὶ δέ μῆνες αὐτοῦ παρʼ αὐτοῦ, εἰς χρόνον ἔθου καὶ οὐ μὴ ὑπερβῇ.
—
ἀπόστα ἀπʼ αὐτοῦ ἳνα ἡσυχάσῃ καὶ εὐδοκήση τὸν βίον, ὥσπερ ὁ μισθωτός. ἔστιν γὰρ δένδρῳ ἐλπίς· ἐὰν γὰρ ἐκκοπῇ, ἔτι ἐπανθήσει, καὶ ὁ ῤάδαμνος αὐτοῦ οὐ μὴ ἐκλείπῃ·
—
ἐὰν γὰρ γηράσῃ ἐν γῇ ἡ ῥίζα αὐτοῦ, ἐν δὲ πέτρᾳ τελευτήσῃ τὸ στέλεχος αὐτοῦ,
—
ἀπὸ ὀσμῆς ὕδατος ἀνθήσει, ποιήσει δὲ θερισμὸν ὥσπερ νεόφυτον.
—
ἀνήρ δὲ τελευτήσας ᾤχετο, πεσὼν δὲ βροτὸς οὐκέτι ἐστίν.
—
χρόνῳ γὰρ σπανίζεται θάλασσα, ποταμὸς δὲ ἐρημωθεὶς ἐξηράνθη.
—
ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστῇ ἕως ἂν ὁ οὐρανὸς οὐ μὴ συνραφῇ, καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν
—
εἰ γὰρ ὄφελον ἐν ᾄδῃ με ἐφύλαξας. ἔκρυψας δέ με ἕως ἂν παύσηταί σου ἡ ὀργή. καὶ τάξῃ μοι χρόνον ἐν ᾧ μνείαν μου ποιήσῃ.
—
ἐὰν γὰρ ἀποθάνῃ ἄνθρωπος. ζήσεται. συντελέσας ἡμέρας τοῦ βίου αὐτοῦ· ὑπομενῶ ἕως πάλιν γένωμαι.
—
εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι. τὰ δὲ ἔργα τῶν χειρῶν σου μὴ ἀποποιοῦ.
—
ἠρίθμησας δέ μου τὰ ἐπιτηδεύματα, καὶ οὐ μὴ παρέλθῃ σε οὐδὲν τῶν ἁμαρτιῶν μου·
—
ἐσφράγισας δέ μου τὰς ἀνομίας ἐν βαλλαντίῳ, ἐπεσημήνω δὲ εἰ τι ἄκων παρέβην.
—
καὶ πλὴν ὄρος πίπτον διαπεσεῖται, καὶ πέτρα παλαιωθήσεται ἐκ τοῦ τόπου αὐτῆς
—
λίθους ἐλέαναν ὕδατα, καὶ κατέκλυσεν ὕδατα ὕπτια τοῦ χώματος τῆς γῆς· καὶ ὑπομονὴν ἀνθρώπου ἀπώλεσας.
—
ὦσας αὐτὸν εἰς τέλος, καὶ ᾤχετο· ἐπέστησας αὐτῷ τὸ πρόσωπον, καὶ ἐξαπέστειλας·
—
πολλῶν δὲ γενομένων τῶν υἱῶν αὐτοῦ οὐκ οἶδεν, ἐὸν δὲ ὀλίγοι γένωνται, οὐκ ἐπίσταται·
—
ἀλλ᾿ ἤ αἱ σάρκες αὐτοῦ ἤλγησαν, ἡ δὲ ψυχὴ αὐτοῦ ἐπένθησεν.
—