γπολαβὼν δὲ Ἐλειφὰς ὁ Θαιμανείτης λέγει
—
Πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματος, καὶ ἐνέπλησεν πόνον γαστρός,
—
ἐλέγχων ἐν ῥήμασιν οἷς οὐ δεῖ ἐν λόγοις οἷς οὐδεν ὄφελος;
—
οὐ καὶ σὺ ἀπεποιήσω φόβον, συνετελέσω δὲ ῥήματα τοιαῦτα ἔναντι τοῦ κυρίου;
—
ἔνοχος εἶ ῥήμασιν στόματός σου, οὐδὲ διέκρινας ῥήματα δυναστῶν·
—
ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ, τὰ δέ χείλη σου καταμαρτυρήσουσίν σου.
—
τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγενήθης; ἤ πρὸ θινῶν ἐπάγης
—
ἤ σύνταγμα Κυρίου ἀκήκοας εἰς δὲ σὲ ἀφίκετο σοφία;
—
τί γὰρ οἶδας ὅ οὐκ οἴδαμεν; ἤ τί συνίεις ὅ οὐ καὶ ἡμεῖς;
—
καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν, βαρύτερος τοῦ πατρός σου ἡμέραις.
—
ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι, μεγάλως ὑπερβαλλόντως λελάληκας.
—
τί ἐτόλμησεν ἡ καρδία σου ἤ τί ἐπήνεγκαν οἱ ὀφθαλμοί σου,
—
ὅτι θυμὸν ἔρρηξας ἔναντι Κυρίου, ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαῦτα;
—
τίς γὰρ ὤν βροτός, ὅτι ἔσται ἄμεμπτος, ἤ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός
—
εἰ κατὰ ἁγίων οὐ πιστεύει, οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ.
—
ἴα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος, ἀνὴρ πίνων ἀδικίας ἴσα ποτῷ.
—
ἀναγγελῶ δέ σοι, ἄκουέ μου. ἂ δὴ ἑώρακα ἀναγγελῶ σοι.
—
ἃ σοφοὶ ἐροῦσιν, οὐκ ἔκρυψαν πατέρας αὐτῶν·
—
αὐτοῖς μόνοις ἐδόθη ἡ γῆ, καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπʼ αὐτούς.
—
πᾶς ὁ βἰος ἀσεβοῦς ἐν φροντίδι, ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστῃ,
—
ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ· ὅταν δοκῆ ἤδη εἰρηνεύειν. ἤξει αὐτοῦ ἡ καταστροφή.
—
μὴ πιστευέτω ἀποστραφῆναι ἀπὸ σκότους· ἐντέταλται γἃρ ἤδη εἰς χεῖρας σιδήρου.
—
κατατέτακται δὲ εἰς σῖτα γυψίν· οἶδεν δὲ ἐν ἑαυτῷ ὅτι μένει εἰς πτῶμα. ἡμέρα δὲ αὐτὸν σκοτινὴ στροβήσει,
—
ἀνάγκη δὲ καὶ θλίψις αὐτὸν καθέξει ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων·
—
ὅτι ἦρκεν χεῖρας ἐναντίον τοῦ κυρίου, ἔναντι δέ Κυρίου Παντοκράτορος ἐτραχηλίασεν,
—
ἔδραμεν δὲ ἐναντίον αὐτοῦ ὕβρει, ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ·
—
ὅτι ἐκάλυψεν τὸ πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ, καὶ ἐποίησεν περιστόμιον ἐπὶ τῶν μηρίων.
—
αὐλισθείη δὲ πόλεις ἐρήμους. εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους· ἄ δὲ ἐκεῖνοι ἡτοίμασαν, ἄλλοι ἀποίσονται.
—
οὔτε μὴ πλουτισθῇ, οὔτε μὴ μείνῃ αὐτοῦ τὰ ὑπάρχοντα· οὐ μὴ βάλῃ ἐπὶ τὴν γῆν σκιάν,
—
οὐδὲ μὴ ἐκφύγῃ τὸ σκότος· τὸν βλαστὸν αὐτοῦ μαράναι ἄνεμος, ἐκπέσοι δὲ αὐτοῦ τὸ ἄνθος.
—
μὴ πιστευέτω ὅτι ὑπομενεῖ, κενὰ γὰρ ἀποβήσεται αὐτῷ·
—
ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ·
—
τρυγηθείη) δὲ ὡς ὄμφαξ πρὸ ὥρας. ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας.
—
μαρτύριον γὰρ ἀσεβοῦς θάνατος, πῦρ δὲ καύσει οἴκους δωροδεκτῶν.
—
ἐν γαστρὶ δὲ λήμψεται ὀδύνας,
—