῾γπολαβὼν δὲ ᾿Ιὼβ λέγει
—
Ἀκήκοα τοιαῦτα πολλά· παρακλήτοπες κακῶν πάντες.
—
τί γάρ; μὴ τάξις ἐσὶν ῥήμασιν πνεύματος; ἤ τί παρακλήτορες κακῶν πάντες. ἤ τί παρενοχλήσει σοι ὅτι ἀποκρίνῃ;
—
κἀγὼ καθʼ ὑμᾶς λαλήσω. εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς.
—
εἶτ᾿ ἐναλοῦμαι ὑμῖν ῥήμασιν, κινήσω δὲ καθʼ ὑμῶν κεφαλήν.
—
εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου. κίνησιν δέ χειλέων οὐ φείσομαι.
—
ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα· ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι;
—
νῦυ δὲ κατάκοπόν με πεποίηκεν, μωρόν, σεσηπότα,
—
καὶ ἐπελάβου μου· ⁹εἰς μαρτύριον ἐγενήθη· καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου, κατὰ πρόσωπόν μου ἀνταπεκρίθη.
—
ὀργῇ χρησάμενος κατέβαλέν με, ἔβρυξεν ἐπʼ ἐμὲ τοὺς ὀδόντας. βέλη πειρατῶν αὐτοῦ ἐπʼ ἐμοὶ ἔπεσεν.
—
ἀκίσιν ὀφθαλμῶν ἐνήλατο, ὀξεῖ ἔπαισέν με εἰς τὰ γόνατα, ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπʼ ἐμοί.
—
παρέδωκεν γάρ με ὁ κύριος εἰς χεῖρας ἀδίκου. ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέν με.
—
εἰρηνεύοντα διεσκέδασέν με· λαβὠν με τῆς κόμης διέτιλεν, κατέστησέν με ὥσπερ σκοπόν.
—
ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου, οὐ φειδόμενοι ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου·
—
κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, ἔδραμον πρὸς μέ δυνάμενοι
—
σάκκον ἔραψαν ἐπὶ βύρσης μου. τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη.
—
ἡ γαστήρ μου συνκέκαυται ἀπὸ κλαυθμοῦ, ἐπὶ δὲ βλεφάροις μου σκιά·
—
ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσίν μου, εὐχὴ δέ μου καθαρά.
—
γῆ, μὴ ἐπικαλύψῃς ἐφʼ αἵματι τῆς σαρκός μου. μηδὲ εἵη τόπος τῇ κραυγῇ μου.
—
καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις.
—
ἀφίκοιτό μου ἡ δέησις πρὸς Κύριον, ἔναντι δὲ αὐτοῦ στάζοι μου ὁ ὀφθαλμός.
—
εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι Κυρίου, καὶ υἱῷ ἀνθρώπου τῷ πλησίον αὐτοῦ.
—
ἀποβήσεται δὲ αὐτῷ κενά, ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει δόλον.
—
ἔτη δὲ ἀριθμητὰ ἥκασιν, ὁδῷ δὲ ᾖ οὐκ ἐπαναστραφήσομαι πορεύσομαι.
—