πότερον οὐχὶ πειρατήριόυ ἐστιν ὁ βἰος ἀνθρώπου ἐπὶ τῆς γῆς, καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ;
—
ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ καὶ τετευχὼς σκιᾶς, ἢ ὤσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ;
—
οὕτως κἀγὼ ὑπέμεινα μῆνας κενούς, νύκτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν.
—
ἐὰν κοιμηθῶ, λέγω Πότε ἡμέρα; ὧς δʼ ἂν ἀναστῶ, πάλιν Πότε ἐσπέρας πλήρης δέ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωί.
—
φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων, τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων.
—
ὁ δὲ βίος μού ἐστιν ἐλαφρώτερος λαλιᾶς, ἀπόλωλεν δὲ ἐν κενῇ ἐλπίδι.
—
μνήσθητι οὖν ὅτι πνεῦμά μου ἡ ζωή, καὶ οὐκ ἔτι ἐπανελεύσεται ὀφθαλμός μου ἰδεῖν ἀγαθόν.
—
οὐ περιβλέψεταί με ὀφθαλμὸς ὁρῶντός με· οἱ ὀφθαλμοοί σου ἐν ἐμοί, καὶ οὐκ ἔτι εἰμί,
—
ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπʼ οὐρανοῦ. ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅ δην, οὐκ ἔτι μὴ ἀναβῇ,
—
οὐδ᾿ οὐ μὴ ἐπιστρέψῃ εἰς τὸν ἴδιον οἶκον, οὐδʼ οὐ μὴ ἐπιγνῷ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ.
—
ἀτὰρ οὖν οὐδὲ ἐγὼ φείσομαι τῷ στόματί μου. λαλήσω ἐν ἀνάγκῃ ὤν, ἀνοίξω πικρίαν ψυχῆς μου συνεχόμενος.
—
πότερον θάλασσά εἰμι ἢ δράκων, ὅτι κατέταξας ἐπʼ ἐμέ φυλακήν
—
εἶπα ὅτι Μαρακαλέσει με ἡ κλίνη μου. ἀνοίσω δέ πρὸς ἐμαυτὸν ἰδἰᾳ λόγον τῇ κοίτῃ μου·
—
ἐκφοβεῖς με ἐνυπνίοις, καὶ ἐν ὁράμασίν με καταπλήσσεις. ἀπαλλάξεις ἀπὸ πνεύματός μου τὴν ψυχήν μου. ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου.
—
οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἴνα μακροθυμήσωἀπόστα ἀπʼ ἐμοῦ, κενὸς γάρ μου ὁ βἰος.
—
τί γάρ ἐστιν ἄνθρωπος ὅτι ἐμεγάλυνας αὐτόν; ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτόν;
—
ἢ ἐπισκοπὴν αὐτοῦ ποιήσῃ ἕως τὸ πρωί, καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς;
—
ἔως τἰνος οὐκ ἐᾷς με οὐδὲ προίῃ με, ἕως ἂν καταπίω τὸν πτύελόν μου ἐν ὀδύνῃς
—
εἰ ἐγὼ ἥμαρτον, τί δυνήσομαι πρᾶξαι, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων; διὰ τἰ ἔθου με κατεντευκτὴν σου, εἱμὶ δὲ ἐπὶ σοὶ φορτίον;
—
καὶ διὰ τί οὐκ ἐποιαὴσαν τῆς ἀνομίας μου λήθην καὶ καθαρμσμὸν τῆς ἁμαρτίὼς μου; νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι, ὀρθρίζων δὲ οὐκ ἔτι εἰμί.
—