Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ἀργήν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν,
—
καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται· ἀλλ᾿ ὡς ἔοικεν τὰ ῥήματά μού ἐστιν φαῦλα.
—
βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα, ὅταν ἄρξωμαι λαλεῖνἵκεντοῦσί με.
—
τί γάρ; μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ ἡ τὰ σῖτα ζητῶνς εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα;
—
εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστιν γεῦμα ἐν ῥήμασιν κενοῖς;
—
οὐ δύναται γὰρ παύσασθαί μου ἡ ὄργή· βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος.
—
εἰ γὰρ δῴη, καὶ ἔλθοι μου ἡ αἴτησις, καὶ τὴν ἐλπίδα μου δῴη ὁ κύριος.
—
ἀρξάμενος ὁ κύριος τρωσάταν με, εἰς τέλος δὲ μή με ἀνελέτω.
—
εἴη δέ μου πόλις τάφος, ἐφʼ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπʼ αὐτῆς. οὐ φείσομαι οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια θεοῦ μου.
—
τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω; ἢ τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή
—
μὴ ἰρχὺς λἰθων ἡ ἰσχύς μους; ἢ αἱ σάρκες μού εἰσιν χαλκεῖαι;
—
ἢ οὐκ ἐπʼ αὐτῷ ἐπεποίθεν·; βοήθεα δὲ ἀπʼ ἐμοῦ ἄπεστιν.
—
ἀπείπατό με ἔλεος, ἐπισκοπὴ δὲ Κυρίου ὑπερεῖδέν με.
—
οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσσερ χειμάρρους ἐκλείπων. ἢ ὥσπερ κῦμα παρῆλθόν με·
—
οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασίν μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς·
—
καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν·
—
οὓτως κἀγὼ κατελείφθην ὑπὸ πάντων, ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην.
—
ἴδετε ὁδοὺς Θαιμανῶν. ἀτραποὐς Σαβῶν οἱ διορῶντες·
—
καὶ αἰσχύνην ὀφειλήσουσιμν οἱ ἐπὶ πόλεσιν καὶ χρήμασιν πεποιθότες.
—
ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως. ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε.
—
τί γάρ; μή τι ὑμᾶς ἤτησα.
—
ἢ τῆς παρʼ ὑμῶν ἰσχύος ἐπιδέομαι, ²³ὥστε σῶσαί με ἐξ ἐχθρῶν, ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με;
—
διδάξατέ με. ἐγὼ δὲ κωφεύσω· εἰ τι πεπλάνημαι, φράσατέ μοι.
—
ἀλλ᾿ ὡς ἔοικεν φαῦλα ἀληθινοῦ ῥήματα, οὐ γὰρ παρʼ ὑμῶν ἰσχὺν αἰτοῦμαι
—
οὐδὲ ὁ ἔλεγχος ὑμῶν ῥήμασίν με παύσει, οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι.
—
πλὴν ὅτι ἐπʼ ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν.
—
νυνὶ δὲ εἰσβλέψας εἰς πρόσανπα ὑμῶν οὐ ψεύσομαι.
—
καθίσατε δὴ καὶ μὴ εἲη ἄδικον, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε.
—
οὐ γάρ ἐστν ἐν γλώσσῃ μου ἄδικον· ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ;
—