ἐπικάλεσαι δέ, εἴ τίς σοι ὑπακούσεται, ἢ εἲ τινα ἀγγέλων ἁγίων ὄψῃ.
—
καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή. πεπλανημένον δὲ θανατοῖ ζῆλος.
—
ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζαν βάλλοντας. ἀλλ᾿ εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα.
—
πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας, κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος.
—
ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιωρι ἔδονται, αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσσυται· ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς.
—
οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος, οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος·
—
ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ, νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται.
—
οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηθήσομαι Κυρίου, Κύριον δὲ τὸν πάντων δεσπότην ἐπικαλέσομαι,
—
τὸν ποιοῦντα μεγάλα καὶ ἀυεξιχνίὼμσπα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀρθμός·
—
τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπʼ οὐρανόν·
—
τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος, καὶ ἀπολωλότας ἐξεγείροντα·
—
διαλλάσσοντα βουλὰς πανούργων, καὶ οὐ μὴ ποιήσουσιν αἱ χεῖρες αὐτῶν ἀληθές.
—
ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει. βουλὴν δὲ πολυπλόκων ἐξέστησεν·
—
ἡμέρας συναντήσεται αὐτοῖς σκότος, τὸ δέ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί
—
ἀπόλοιντο δὲ ἐν πολέμῳ, ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου·
—
εἴη δὲ ἀδυνάτῳ ἐλπίς, ἀδίκου δὲ στόμα ἐμφραχθείη.
—
μακάριος δὲ ἄνθρωπος ὃν ἤλεγξεν ὁ κύριος· νουθέτημα δέ Παντοκράτορος μὴ ἀπαναίνου.
—
αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισεν, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο.
—
ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν.
—
ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου, ἐν πολέμῳ δέ ἐκ χειρὸς σιδήρου λύσει σε.
—
ἀπὸ μάστιγος γλώσσης σε κρύψει, καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων.
—
ἀοίκων καὶ ἀνόμων καταγελάσῃ, ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς·
—
θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι.
—
εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου ὁ οἶκος, ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ.
—
γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου, πὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ.
—
ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος, ἣ ὥσπερ θιμονιὰ ἄλωνος καθʼ ὥραν συνκομισθεῖσα.
—
ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν, ταῦτά ἐστιν ἃ ἀκηκόαμεν· σὺ δὲ γνῶθι σεαυτῷ εἵ τι ἔπραξας.
—