οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας (²) οὐδὲ δέδοικας ὅτι ἡτοίμασταί μοι
—
τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς; ἢ τίς ἀντιστήσεταί μοι καὶ ὑπομενεῖ; εἰ πᾶσα ἡ ὑπʼ οὐρανὸν ἐμή ἐστιν,
—
οὐ σιωπήσομαι διʼ αὐτόν, καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτοῦ.
—
τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεαος αὐτοῦ; εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι;
—
πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει; κύκλῳ ὀδόντων αὐτοῦ φόβος.
—
τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκειαι, σύνδεσμος αὐτοῦ ὥσπερ σμιρίτης λίθος·
—
εἰς τοῦ ἑνὸς κολλῶνται, πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν·
—
ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται· συνέχονται, καὶ οὐ μὴ ἀποσπασθῶσιν.
—
ἐν πταρμῷ αὐτοῦ ἐπιφαύσκεται φέγγος. οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος ἑωσφόρου.
—
ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι, καὶ διαρριπτοῦνται ἐσχάραι πυρός.
—
ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων·
—
ἡ ψυχὴ αὐτοῦ ἄνθρακες. φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται
—
ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλἰζεται δύναμις. ἔμπροσθεν αὐτοῦ τρέχει ἀπωλία.
—
σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται καταχέει ἐπʼ αὐτόν, οὐ σαλευθήσεται.
—
ἡ καρδἰα αὐτοῦ πέπηγεν ὡς λίθος, ἕστηκεν δὲ ὥσπερ ἄκμων ἀνήλατος.
—
στραφέντος δὲ αὐτοῦ φόβος θηρίοις τετράποσιν ἐπὶ γῆς ἁλλομένοις.
—
ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι, οὐδὲν μὴ ποιήσωσιν δόρυ καὶ θώρακα·
—
ἤγηται μὶν γὰρ σίδηρον ἄχυρα. χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν.
—
οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκειον· ἥγηται μέν πετροβόλον χόρθον,
—
ὡς καλάμη ἐλογίσθησαν σφυρά, καταγελῶ δὲ σεισμοῦ πυρφόρου.
—
ἡ στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς. πᾶς δέ χρυσὸς θαλάσσης ὑπʼ αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος.
—
ἀναζεῖ τὴν ἄβυσσον ὥσπερ χαλκεῖον· ἥγηται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλιπτρον,
—
τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον· λογίσατο ἄβυσσον εἰς περίπατον.
—
οὐκ ἔστιν οὐδὲν ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ, πεποιημένον ἐνκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων μου·
—
πᾶν ὑψηλὸν ὁρᾷ, αὐτὸς δὲ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν.
—