Ἔτι δὲ ὑπολαβὼν ὁ κύριος εἶπεν τῷ Ἰὼβ ἐκ τοῦ νέφους
—
Μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι·
—
μὴ ἀποποιοῦ μου τὸ κρίμα. οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἡ ἵνα ἀναφανῇς δίκαιος
—
ἣ βραχίων σοί ἐστιν κατὰ τοῦ κυρίου, ἢ φωνῇ κατʼ αὐτοῦ βροντᾶς;
—
ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν. δόξαν δὲ καὶ τιμὴν ἀμφίεσαι.
—
ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ. πᾶν δὲ ὑβριστὴν ταπείνωσον,
—
ὑπερήφανον δὲ σβέσον· σῆψον δὲ ἀσεβεῖς παραχρῆμα.
—
κρύψον δὲ εἰς γῆν ὁμοθυμαδόν, τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον·
—
ὁμολογήσω ὅτι δύναται ἡ δεξιά σου σῶ
—
ἀλλὰ δὴ ἰδοὺ δὴ θηρία παρὰ σοί, χόρτον ἴσα βουσὶν ἐσθίουσιν.
—
ἰδοὸ δὴ ἰσχὺς αὐτοῦ ἐπʼ ὀσφύι. ἡ δὲ δύναμις ἐπʼ ὀμφαλοῦ γαστρός·
—
ἔστησεν οὐρὰν ὡς κυπάρισσον, τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται·
—
αἱ πλευραὶ αὐτοῦ πλευραὶ χάλκειαι, ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός.
—
τοῦτ᾿ ἔστιν ἀρχὴ πλάσματος Κυρίου, πεποιημένον ἐνκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ.
—
ἐπελθὰλν δὲ ἐπʼ ὄρος ἀκρότομον ἐποίησεν χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ·
—
ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται. παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον·
—
σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα σὺν ῥαδάμνοις. καὶ κλῶνες ἀγροῦ.
—
ἐὰν γένηται πλήμμυρα. οὐ μὴ ασθηθῆ, πέποιθευ ὅτι προσκρούσει ὁ Ἰορδάνης εἰς τὸ στόμα αὐτοῦ·
—
ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν ἐνσκολιευόμενος τρήσει ῤῖνα;
—
ἄξεις δὲ δράκοντα ἐν ἀγκίστοῳ. περιθήσεις δὲ φορβεάν περὶ ῥἴνα αὐτοῦ;
—
εἰ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ, ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦς
—
λαλήσει δέ σοι δεήσει, ἱκετηρίᾳ μαλακῶς
—
θήσεται διαθήκην μετὰ σοῦ; λήμψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον;
—
παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ, ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳς
—
ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη, μεριτεύονται δὲ αὐτὸν Φοινίκων ἔθνη;
—
χῆν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκαοσιν βύρσαν μίαν οὐρᾶς αὐτοῦ, καὶ ἐν πλοίοις ἀλιέαων κεφαλὴν αὐτοῦ.
—
ἐπιθήσει δὲ αὐτῷ χείρα, μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ.
—