εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας, ἐφύλαξας δὲ ὠδίνας ἐλάφων;
—
ἠρίθμησας δέ μῆνας αὐτῶν πλήρεις τοκετοῦ, ὠδίνας δὲ αὐτῶν ἔλυσας
—
ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδἰα ἔξω φόβου ὠδῖνας αὐτῶν ἐξαποστελεῖς;
—
ἀπορρήξουσιν τὰ τέκνα αὐτῶν, πληθυνθήσονται ἐν γενήματι· ἐξελεύσονται, καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοῖς.
—
τς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον, δεσμοὺς δὲ αὐτοῦ τἰς ἔλοσεν;
—
ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον, καὶ τὰ σκηνώματα αὐτοῦ ἁλμυρίδα.
—
καταγελῶν πολυοχλίας πόλεως, μέμψιν δὲ φορολόγου οὐκ ἀκούων,
—
κατασκέψεται ὄρη, νομὴν αὐτοῦ, καὶ ὀπίσω παντὸς χλωροῦ ζητεῖ.
—
βουλήσεται δέ σοι μονόκερως δουλεῦσαι, ἢ κοιμηθῆναι ἐπὶ φάτνης σους;
—
δήσεις δὲ ἐν ἱμᾶσι ζυγὸν αὐτοῦ, ἢ ἑλκύσει σου αὔλακας ἐν πεδίῳ;
—
πέποιθας δὲ ἐπʼ αὐτῷ, ὅτι πολλὴ ἰσχὺς αὐτοῦ, ἐπαφήσεις δὲ αὐτῷ τὰ ἔργα σου;
—
πιστεύσεις δὲ ὅτι ἀποδώσει σοι τὸν σπόρον, εἰσοίσει δέ σου τὸν ἄλωνα;
—
πτέρυξ τερπομένων, ἐὰν συλλάβῃ ἀσίδα καὶ νεσσά·
—
ὅτι ἀφήσει εἰς γῆν τὰ ᾠὰ αὐτῆς, καὶ ἐπὶ χοῦν θάλψει
—
καὶ ἐπελάθοντο ὅτι ποὺς σκορπιεῖ καὶ θηρία ἀγροῦ καταπατήσει.
—
ἀπεσκλήρυνεν τὰ τέκνα ἑαυτῆς, ὥστε μὴ ἑαυτήν· εἰς κενὸν ἐκοπίασεν ἄνευ φόβου.
—
ὅτι κατεσιώπησεν αὐτῇ ὁ θεὸς σοφίαν, καὶ οὐκ ἐμέρισεν αὐτῇ ἐν τῇ συνέσει.
—
κατὰ καιρὸν ἐν ὕψει ὑψώσει, καταγελάσεται ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ.
—
ἢ σὺ περιέθηκας ἵππῳ δύναμιν. ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον;
—
περιέθηκας δὲ αὐτῷ πανοπλίαν, δόξαν δὲ στηθέων αὐτοῦ τόλμης
—
ἀνορύσσων ἐν πεδίῳ γαυρξ. ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύι
—
συναντῶν βασιλεῖ καταγελῶ, καὶ οὐ μὴ ἀποστραφῇ ἀπὸ σιδήρου.
—
ἐπʼ αὐτῷ γαυριᾷ τόξον καὶ μάχαιρα.
—
καὶ ὀργῇ ἀφανιεῖ τὴν γῆν· καὶ οὐ μὴ πιστεύσῃ ἕως ἂν σημάνῃ σάλπιγξ.
—
σάλπιγγος δέ σημαινούσης λέγει Εὖγε· πόρρωθεν δὲ ὀσφραίνεται πολέμου σὺν ἄλματι καὶ κραυγῇ
—
ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἔστηκεν ἱέραξ, ἀναπετάσας τὰς πτέρυγας ἀκίνητος, καθορῶν τὰ πρὸς νότον
—
ἐπὶ δὲ σῷ προστάγματι ὑψοῦται ἀετός, γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτου (28)καθεσθεὶς αὐλἰζεται,
—
ἐπ᾿ ἐξοχῇ πέτρας καὶ ἀποκρύφω;
—
ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα, πόρρωθεν οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσιν·
—
νεοσσοὶ δὲ αὐτοῦ φύρονται ἐν αἵματι, οὗ δ᾿ ἂν ὦσι τεθνεῶτες παραχρῆμα εὑρίσκονται.
—
Καὶ ἀπεκρίθη Κύριος ὁ θεὸς τῷ Ἰὼβ καὶ εἶπεν
—
Μὴ κρίσιν μετὰ Ἱκανοῦ ἐκκλινεῖς ἐλέγχων δὲ θεὸν ἀποκριθήσεται αὐτήν;
—
Ὑπολαβὼν δὲ Ἰὼβ λέγει τῷ κυρίῳ
—
Τί ἔτι ἐγὼ κρίνομαι, νουθετούμενος καὶ ἐλέγχων Κύριων. ἀκούων τοιαῦτα οὐθὲν ὤν; ἐγὼ δὲ τίνα ἀπόκρισιν δώσω πρὸς ταῦτα; χεῖρα θήσω ἐπὶ στόματί μου.
—
ἅπαξ λελάληκα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.
—