Skip to content

Parallel

Job 42

Swete's Septuagint · Berean Standard Bible

‘Υπολαβὼν δὲ Ἰὰὼβ λέγει τῷ κυρίῳ
Οὐδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐθέν.
τίς γάρ ἐστιν ὁ κρύπταανν σε βουλήν; φειδόμενος δέ ῥημάτων, καὶ σέ οἴεται κρύπτειν; τἰς δὲ ἀναγγελεῖ μοι ἃ οὐκ ᾔδειν, μεγάλα καὶ θαυμαστὰ ἃ οὐκ ἡπιστάμηνς
ἄκουσον δέ μου, Κύριε, ἵνα κἀγὼ λαλήσω· ἐρωτήσω δέ, σὺ δέ με δἰδαξον.
ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑόρακέν σε.
διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην· ἥγημαι δὲ ἐγὼ ἐμαυτὸν γῆν καὶ σποδόν.
Ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν κύριον πάντα τὰ ῥήματα ταῦτα τῷ Ἰὼβ, εἶπεν ὁ κύριος Ἐλειφὰς τῷ βαιμανείτῃ Ἰμαρτες σὺ καὶ οἱ φίλοι σου·, οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληθὲς οὐδέν, ὥσπερ ὁ θεράπων μου Ἰὼβ.
νῦν δὲ λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς, καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου Ἰὼβ, καὶ ποιήσει καρπώσεις περὶ ὑμῶν. Ἰὼβ δὲ ὁ θεράπων μου εὔξεται περὶ ὑμῶν. ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήμψομαι· εἰ μὴ γὰρ δι᾿ αὐτόν, ἀπώλεσα ἂν ὑμᾶς· οὐ γὰρ ἐλαλήσατε κατὰ τοῦ θεράποντός μου Ἰὼβ ἀληθές.
ἐπορεύθη δὲ Ἐλειφὰς ὁ Φαιμανείτης καὶ Βαλδὰδ ὁ Σαυχίτης καὶ Σαωφὰρ ὁ Μειναῖος, καὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοῖς ὁ κύριος· καὶ ἔλυσεν τὴν ἁμαρτίαν αὐτοῖς διὰ Ἰώβ.
ὁ δὲ κύριος ηὔξησεν τὸν Ἰώβ· εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν· ἔδωκεν δὲ ὁ κύριος διπλᾶ ὅσα ἧν ἔμπροσθεν Ἰὼβ εἰς διπλασιασμόν.
ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πάντα τὰ συμβεβηκότα αὐτῷ, καὶ ᾖλθον πρὸς αὐτόν. καὶ πάντες ὅσοι ᾔδεισαν αὐτὸν ἐκ πρώτου· φαγόντες δὲ καὶ πιόντες παρʼ αὐτῷ παρεκάλεσαν αὐτόν, καὶ ἐθαύμασαν ἐπὶ πᾶσιν οἷς ἐπήγαγεν αὐτῷ ὁ κύριος· ἔδωκεν δὲ αὐτῷ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσοῦ καὶ ἀσήμου.
ὁ δὲ κύριος εὐλόγησεν τὰ ἔσχατα Ἰὼβ ἢ τὰ ἔμπροσθεν· ἦν δὲ τὰ κτήνη αὐτοῦ πρόβατα μύρια τετρακισχίλια, κάμηλοι ἐξακισχίλιαι, ζεύγε βοῶν χίλια, ὄνοι θήλειαι νομάδες χίλωι.
γεννῶνται δὲ αὐτῷ υἱρὶ ἑππὰ καὶ θυγατέρες τρεῖς·
καὶ ἐκάλεσεν τὴν ρέν πρώτην Ἱμέραν, τὴν δὲ δευτέρου Κασίαν, τὴν δὲ τρίτην Ἀμαλθείας κέρας·
καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Ἰὼβ βελτίους αὐτῶν ἐν τῇ ὑπʼ οὐρανόν· ἔδωκεν δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς.
ἔζησεν δὲ Ἰὼβ μεπὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα, τὰ δὲ πάντα ἔτη ἔζησεν διακόσια τεσσεράκοντα· καὶ ἴδεν Ἰὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ, τετάρτην γενεάυ·
καὶ ἐτελεύτησεν Ἰὼβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν.