Μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ
—
Ἀπόλοιτο ἡ ἡμέρα ἐν ἧ ἐγεννήθην, καὶ ἡ νὺξ ἐκείνη ᾗ εἶπαν Ἰδοὺ ἄρσεν.
—
ἡ νὺξ ἐκείνη εἴη σκότος, καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν, μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος·
—
ἐκλάβοι δέ αὐτὴν σκότος καὶ σκιὰ θανάτου, ἐπέλθοι ἐπʼ αὐτὴν γνόφος.
—
καταραθείη ἡ ἡμέρα ⁶καὶ ἡ νὺξ ἐκείνη, ἀπενέγκαιτο αὐτὴν σκότος· μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ, μηδέ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν.
—
ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη) ὀδύνη, καὶ μὴ ἔλθοι ἐπʼ αὐτὴν εὐφροσύνη μηδέ χαρμονή·
—
ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι
—
σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης· ὑπομείναι, καὶ εἰς φωτισμὸν μὴ ἔλθοι, καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα.
—
ὅτι οὐ συνέκλεισεν πύλας γαστρὸς μητρός μου· ἀπήλλαξεν γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου.
—
δμὰ τί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησας ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθὺς ἀπωλόρην
—
ἵνα τί δὲ συνήντησάν μοι τὰ γόνατα ἵνα τί δὲ μαστοὺς ἐθήλασα
—
νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην
—
μετὰ βασιλέων βουλευτῶν γῆς. οἳ ἠγαυριῶντο ἐπὶ ξίφεσιν,
—
ἢ μετὰ ἀρχόντων, ὧν πολὺς ὁ χρυσός, οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου,
—
ἢ ὣσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρός. ἢ ὥσπερ νήπιοι οἱ οὐκ εἶδον φῶς.
—
ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς. ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι·
—
ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου.
—
μικρὸς καὶ μέγας ἐκεῖ ἐστιν, καὶ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ.
—
ἵνα τί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς ;
—
οἳ ὀμείρονται τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν, ἀνορύσσοντες ὥσπερ θησαυρούς·
—
περιχαρεῖς δέ ἐγένοντο ἐὰν κατατύχωσιν.
—
θάνατος ἀνδρὶ ἀνάπαυμα, συνέκλεισεν γὰρ ὁ θεὸς κατʼ αὐτοῦ.
—
πρὸ γὰρ τῶν σίταων μου στεναγμὸς ἤκει, δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ.
—
φόβος γὰρ ὃν ἐφρόντισα ἦλθέν μοι, καὶ ὃν ἐδεδοίκειν, συνήντησέν μοι.
—
οὔτε εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην, ἦλθεν δέ μοι ὀργή.
—