Parallel
Job 2
Swete's Septuagint · Berean Standard Bible
Ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἔναντι Κυρίου, καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν παραστῆναι ἐναντίον τοῦ κυρίου.
—
καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ Πόθεν σὺ ἔρχῃ; τότε εἶπεν ὁ διάβολος ἐνώπιον τοῦ κυρίου Διαπορευθεὶς τὴν ὑπʼ οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν σύμπασαν πάρειμι.
—
εἶπεν δὲ ὁ κύριος πρὸς τὸν διάβολον Προσέσχες οὖν τῷ θεράποντί μου Ἰὼβ; ὅτι οὐκ ἔστιν κατʼ αὐτὸν τῶν ἐπὶ τῆς γῆς, ἄνθρωπος ἄκακος, ἀληθινός, ἄμεμπτος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ. οὐ δὲ εἶπας τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς ἀπολέοαι ἔτι δὲ ἔχεται ἀκακίας· σὺ δὲ εἶπας τὰ ἁπάρχοντα αὐτοῦ κενῆς ἀπολέσαι.
—
ὑπολαβὼν δὲ ὁ διάβολος εἶπεν τῷ κυρίῳ Δἐρμα ὑπέρ δέρματος· ὅσα ὑπάρχει ἀνθρώπῳ ὑπέρ τῆς ψυχῆς αὐτοῦ ἐκτίσει.
—
οὐ μὴν δὲ ἀλλὰ ἀποστείλας τὴν χεῖρά σου ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ τῶν σαρκῶν αὐτοῦεἰ ιμὴν εἰς πρόσωπόν σε εὐλογήσει.
—
ὁ δὲ ἐμβλέψας εἶπεν αὐτῇ Ὤσπερ μία τῶν ἀφρόναν γυναικῶν ἐλάλησας· εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὐποί σομεν ; ἐν πᾶσιν τούτοις τοῖς συμβεβηκόσαὶ αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίν τοῦ θεοῦ.
—
Ἀκούσαντες δὲ οἱ πρεῖς φίῦλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ ἐπελθόντα αὐτῷ, παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν, Ἐλειφὰζ ὁ Θιμανῶν βασιλεύς, Βαλδὰδ ὁ Σαυχαίων τύραννος, Σωφὰρ ὁ Μειναίων βασιλεὺς· καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδὸν τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν.
—
ἰδόντες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν, καὶ βοήσαντες φωνῇ μεγάλῃ ἔκλαυσαν, ῥήξαντες ἕκαστος τὴν ἑαυτοῦ στολήν, καὶ καταπασάμενοι γῆν.
—
παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας, καὶ οὐδεὶς αὐτῶν ἐλάλησεν· ἑώρων γὰρ τὴν πληγὴν δεινοὴν οὖσαν καὶ μεγάλην σφόδρα.
—