Skip to content

Parallel

Job 1

Swete's Septuagint · Berean Standard Bible

1:1
ΑΝΘΡΩΠΟΣ τις ἦν ἐν χῶρᾳ τῇ Αὐσίτιδι ᾧ ὄνομα Ἰὼβ· καὶ ἣν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινός, ἄμεμπτος, δίκαιος. θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.
1:2
ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς.
1:3
καὶ ἣν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια, κάμηλοι τρισχίλιαι, ζεύγη βοῶν πεντακόσια, ὄνοι θήλειαι νομάδες πεντακόσιαι. καὶ ὑπηρεσία πολλὴ σφόδρα καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς· καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφʼ ἡλίου ἀνατολῶν.
1:4
συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους ἐποιοῦσαν πότον καθʼ ἑκάστην ἡμέραν, συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν ἐσθίειν καὶ πίνειν μετʼ αὐτῶν.
1:5
καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, ἀπέστελλεν Ἰὼ καὶ ἐκαθάριζεν αὐτοὺς ἀνιστάμενος τὸ πρωί, καὶ προσέφερεν περὶ αὐτῶν θυσίαν κατὰ τὸν ἀριθμὸν αὐτῶν καὶ μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τῶν ψυχῶν αὐτῶν· ἔλεγεν γὰρ Ἰώβ Μή ποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς θεόν. οὕτως οὖν ἐποίει Ἰὼβ πάσας τὰς ἡμέρας.
1:6
Καὶ ὡς ἐγένετο ἡ ἡμέρα αὕτη, καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ κυρίου, καὶ ὁ διάβολος ἦλθεν μετʼ αὐτῶν.
1:7
καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ Πόθεν παραγέγονας ; καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ κυρίῳ εἶπεν Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπʼ οὐρανὸν πάρεμι.
1:8
καὶ εἶπεν αὐτῷ ὁ κύριος Προσέσχες τῇ δανοίᾳ σου κατὰ τοῦ παιδός μου Ἰὼβ; ὅτι οὐκ ἔστιν κατʼ αὐτὸν τῶν ἐπὶ τῆς γῆς, ἄνθρωπος ἄμεμπτος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.
1:9
ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίρυ Μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν κύριον;
οὐ σὺ περιἐφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἕσαν τῆς οἰκἰας αὐτοῦ καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτῷ κύκλῳ; τὰ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας, καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς.
ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάνταον ὧυ ἔχει· εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.
τότε εἶπεν ὁ κύρωως τῷ διαβόλῳ Ἰδοὺ πάντα ὅσα ἐστὶν αὐτῷ δίδαυμι ἐν τῇ χειρί σου, ἀλλὰ αὐτοῦ μὴ ἅψῃ. καὶ ἐξῆλθεν ὁ διάβολος παρὰ τοῦ κυρίου.
καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη, οἱ υἱρὶ Ἰὼβ καὶ αἱ θυγατέρες αὐτοῦ ἔπινον οἶνον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου.
καὶ ἰδοὸ ἄγγωλος ἦλθεν πρὸς Ἰὼβ καὶ εἶπεν αὐτχῷ Τὰ ζεύγη τῶν βοῶν ἠροτρία. καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν·
καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτάς, καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ἰώβ Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσεν τὰ πρόβατα, καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίαος· σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ἰώβ ἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς γ', καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ήχμαλώτευσαν αὐτάς, καὶ τοὺς παῖδας ἀπέκτειναν μαχαίραις· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
ἔτι τούτου λαλοῦντος ἄλλος ἄγγελος ἔρχεται λέγων τῷ Ἰώβ Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ,
ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ὲτελεύτηησαν· καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας· καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
οὔτως ἀναστὰς Ἰὼβ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ καὶ ἐκείρατο τὴν κόμηυ τῆς κεφαλῆς, καὶ πεκὼν χαμαὶ προσεκύνησεν
καὶ εἶπεν Αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου· γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ. ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτως ἐγένετο· εἴη τὸ ὄνομα Κυρἰου εὐλογημένον.
ἐν τούτοις πᾶσιν τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον τοῦ κυρίου, καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ θεῷ.