Parallel
Ezra 23
Swete's Septuagint · Berean Standard Bible
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεγνώσθη ἐν βιβλίῳ Μωυσῆ ἐν ὠσὶν τοῦ λαοῦ· καὶ εὑρέθη γεγραμμένον ἐν αὐτῷ ὅπως μὴ εἰσέλθωσιν Ἀμμανεῖται καὶ Μωαβεῖται ἐν ἐκκλησίᾳ θεοῦ ἕως αἰῶνος,
—
ὅτι οὐ συνήντησαν τοῖς υἱοῖς Ἰσραὴλ ἐν ἄρτῳ καὶ ἐν ὕδατι, καὶ ἐμισθώσαντο ἐπʼ αὐτὸν τὸν Βαλαὰμ καταράσασθαι, καὶ ἔστρεψεν ὁ θεὸς ἡμῶν τὴν κατάραν εἰς εὐλογίαν.
—
καὶ ἐποίησεν ἑαυτῷ γαζοφυλάκιον μέγα, καὶ ἐκεῖ ἦσαν τὸ πρότερον διδόντες τὴν μαναὰμ καὶ τὸν λίβανον καὶ τὰ σκεύη, καὶ τὴν δεκάτην τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου, ἐντολὴν τῶν Λευειτῶν καὶ τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν, καὶ ἀπαρχαὶ τῶν ἱερέων.
—
καὶ ἐν παντὶ τούτῳ οὐκ ἤμην ἐν Ἰερουσαλήμ, ὅτι ἐν ἔτει τριακοστῷ καὶ δευτέρῳ τοῦ Ἀρσασαθὰ βασιλέως Βαβυλῶνος ἦλθον πρὸς τὸν βασιλέα, καὶ μετὰ τέλος ἡμερῶν ᾐτησάμην τὸν βασιλέα,
—
καὶ ἦλθον εἰς Ἰερουσαλήμ· καὶ συνῆκα ἐν πονηρίᾳ, ποιῆσαι αὐτῷ γαζοφυλάκιον ἐν αὐλῇ οἴκου τοῦ θεοῦ.
—
καὶ εἶπα, καὶ ἐκαθάρισα τὰ γαζοφυλάκια, καὶ ἐπέστρεψα ἐκεῖ σκεύη οἴκου τοῦ θεοῦ, τὴν μαννὰ καὶ τὸν λίβανον.
—
Καὶ ἔγνων ὅτι μερίδες τῶν Λευειτῶν οὐκ ἐδόθησαν, καὶ ἐφύγοσαν ἀνὴρ εἰς ἀγρὸν αὐτοῦ οἱ Λευεῖται καὶ οἱ ᾄδοντες ποιοῦντες τὸ ἔργον.
—
καὶ ἐμαχεσάμην καὶ εἶπα Διὰ τί ἐγκατελείφθη ὁ οἶκος τοῦ θεοῦ; καὶ συνήγαγον αὐτούς, καὶ ἔστησαν αὐτοὺς ἐπὶ τῇ στάσει αὐτῶν.
—
ἐπὶ χεῖρα Σελεμιὰ τοῦ ἱερέως καὶ Σαδδοὺκ τοῦ γραμματέως καὶ Φαδαιὰ ἀπὸ τῶν Λευειτῶν· καὶ ἐπὶ χεῖρα αὐτῶν Ἁνὰν υἱὸς Ζακχοὺρ υἱὸς Ναθανιά, ὅτι πιστοὶ ἐλογίσθησαν ἐπʼ αὐτοὺς μερίζειν τοῖς ἀδελφοῖς αὐτῶν.
—
μνήσθητί μου ὁ θεὸς ἐν αὐτῇ, καὶ μὴ ἐξαλειφθήτω ἔλεός μου ὃ ἐποίησα ἐν οἴκῳ Κυρίου τοῦ θεοῦ.
—
Ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον ἐν Ἰούδα πατοῦντας ληνοὺς ἐν τῷ σαββάτῳ· καὶ φέροντες δράγματα καὶ ἐπιγεμίζοντες ἐπὶ τοὺς ὄνους καὶ οἶνον καὶ σταφυλὴν καὶ σῦκα καὶ πᾶν βάσταγμα, καὶ φέροντες εἰς Ἰερουσαλὴμ ἐν ἡμέρᾳ τοῦ σαββάτου· καὶ ἐπεμαρτυράμην ἐν ἡμέρᾳ πράσεως αὐτῶν.
—
καὶ ἐκάθισαν ἐν αὐτῇ φέροντες ἰχθὺν καὶ πᾶσαν πρᾶσιν πωλοῦντες ἐν τῷ σαββάτῳ τοῖς υἱοῖς Ἰούδα καὶ ἐν Ἰερουσαλήμ.
—
καὶ ἐμαχεσάμην τοῖς υἱοῖς Ἰούδα τοῖς ἐλευθέροις καὶ εἶπα αὐτοῖς Τίς ὁ λόγος ὁ πονηρὸς οὗτος ὃν ὑμεῖς ποιεῖτε, καὶ βεβηλοῦτε τὴν ἡμέραν τοῦ σαββάτου ;
—
οὐχὶ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν, καὶ ἤνεγκεν ἐπʼ αὐτοὺς ὁ θεὸς ἡμῶν καὶ ἐφʼ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα καὶ ἐπὶ τὴν πόλιν ταύτην ; καὶ ὑμεῖς προστίθετε ὀργὴν ἐπὶ Ἰσραήλ, βεβηλῶσαι τὸ σάββατον ;
—
καὶ ἐγένετο ἡνίκα κατέστησαν πύλαι Ἰερουσαλὴμ πρὸ τοῦ σαββάτου, καὶ ἔκλεισα τὰς πύλας, καὶ εἶπα ὥστε μὴ ἀνοιγῆναι αὐτὰς ὀπίσω τοῦ σαββάτου· καὶ ἔστησα ἐπὶ τὰς πύλας, ὥστε μὴ αἴρειν βαστάγματα ἐν ἡμέρᾳ τοῦ σαββάτου.
—
καὶ ἐπεμαρτυράμην ἐν αὐτοῖς καὶ εἶπα πρὸς αὐτούς Διὰ τί ὑμεῖς αὐλίζεσθε ἀπέναντι τοῦ τείχους ; ἐὰν δευτερώσητε, ἐκτενῶ χεῖρά μου ἐν ὑμῖν. ἀπὸ τοῦ καιροῦ ἐκείνου οὐκ ἤλθοσαν ἐν σαββάτῳ.
—
καὶ εἶπα τοῖς Λευείταις, οἳ ἦσαν καθαριζόμενοι καὶ ἐρχόμενοι φυλάσσοντες τὰς πύλας, ἁγιάζοντες τὴν ἡμέραν τοῦ σαββάτου. πρὸς ταῦτα μνήσθητί μου, ὁ θεός, καὶ φεῖσαί μου κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου.
—
Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον τοὺς Ἰουδαίους οἳ ἐκάθισαν γυναῖκας Ἀζωτίας, Ἀμμανείτιδας, Μωαβείτιδας,
—
καὶ ἐμαχεσάμην μετʼ αὐτῶν καὶ ἐκαταρασάμην αὐτούς· καὶ ἐπάταξα ἐν αὐτοῖς ἄνδυας καὶ ὥρκισα αὐτοὺς ἐν τῷ θεῷ Ἐὰν δῶτε τὰς θυγατέρας ὑμῶν τοῖς υἱοῖς αὐτῶν, καὶ ἐὰν λάβητε ἀπὸ τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς ὑμῶν.
—
οὐχ οὕτως ἥμαρτεν Σαλωμὼν βασιλεὺς Ἰσραήλ καὶ ἐν ἔθνεσιν πολλοῖς οὐκ ἦν βασιλεὺς ὅμοιος αὐτῷ, καὶ ἀγαπώμενος τῷ θεῷ ἦν, καὶ ἔδωκεν αὐτὸν ὁ θεὸς εἰς βασιλέα ἐπὶ πάντα Ἰσραήλ, καὶ τοῦτον ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι.
—
καὶ ὑμῶν μὴ ἀκουσόμεθα ποιῆσαι πᾶσαν πονηρίαν ταύτην, ἀσυνθετῆσαι ἐν τῷ θεῷ ἡμῶν, καθίσαι γυναῖκας ἀλλοτρίας.
—
καὶ ἀπὸ υἱῶν Ἰωαδὰ τοῦ Ἐλεισοὺβ τοῦ ἱερέως τοῦ μεγάλου νυμφίου τοῦ Σαναβαλλάτ· καὶ ἐξέβρασα αὐτοὺς ἀπʼ ἐμοῦ.
—
μνήσθητι αὐτοῖς ὁ θεὸς ἐπὶ ἀγχιστείᾳ τῆς ἱερατείας καὶ διαθήκης τῆς ἱερατείας καὶ τοὺς Λευείτας.
—
καὶ ἐκαθάρισα αὐτοὺς ἀπὸ πάσης ἀλλοτριώσεως, καὶ ἔστησα ἐφημερίας τοῖς ἱερεῦσιν καὶ τοῖς Λευείταις, ἀνὴρ ὡς τὸ ἔργον αὐτοῦ,
—
καὶ τὸ δῶρον τῶν ξυλοφόραων ἐν καιροῖς ἀπὸ χρόνων καὶ ἐν τοῖς βακχουρίοις. μνήσθητί μου ὁ θεὸς ἡμῶν εἰς ἀγαθωσύνην.
—