καὶ ταύτης ἐταράχθη ἡ καρδία μου καὶ ἀπερρύη ἐκ τοῦ τόπου αὐτῆς.
—
ἄκουε ἀκοὴν ἐν ὀργῇ θυμοῦ Κυρίου. καὶ μελέτη ἐκ στόματος αὐτοῦ ἐξελεύσεται.
—
ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἀρχὴ αὐτοῦ, καὶ τὸ φῶς αὐτοῦ ἐπὶ πτερύγων τῆς γῆς.
—
ὀπίσω αὐτοῦ βοήσεται φωνῇ. βροντήσει ἐν φωνῇ ὕβρεως αὐτοῦ· καὶ οὐκ ἀνταλλάξει αὐτούς, ὅτι ἀκούσῃ φωνὴν αὐτοῦ.
—
βροντήσει ὁ ἰσχυρὸς ἐν φωνῇ αὐτοῦ θαυμάσια, ἐποἰησεν γὰρ μεγάλα ἃ οὐκ ἤδειμεν·
—
συντάσσων χιόνι Γἰνου ἐπὶ τῆς γῆς. καὶ χειμὼν ὑετός, καὶ χειμὼν ὑετῶν δυναστείας αὐτοῦ.
—
ἐν χειρὶ παντὸς ἀνθρώπου κατασφραγίζει, ἴνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν.
—
εοῆλθεν δὲ θηρία ὑπὸ σκέπην. ἡσύχασαν δὲ ἐπὶ κοίτης.
—
ἐκ ταμείων ἐπέρχονται ὀδύναι, ἀπὸ δὲ ἀκρωτηρίων ψῦχος.
—
καὶ ἀπὸ πνοῆς Ἰσχυροῦ δώσει πάγος, οἰακίζει δὲ τὸ ὕδωρ ὡς ἐὰν βούληται·
—
καὶ ἐκλεκτὸν καταπλάσσει νεφέλη. διασκορπιεῖ νέφος φῶς αὐτοῦ.
—
καὶ αὐτὸς κυλκώματα διαστρέψει, ἐν θεεβουλαθὼθ εἰς ἔργα αὐτῶν· πάντα ὅσα ἂν ἐντείληται αὐτοῖς, ταῦτα συντέτακται παρʼ αὐτοῦ ἐπὶ τῆς γῆς,
—
ἐάν εἰς παιδείαν, ἐὰν εἰς τὴν γῆν αὐτοῦ, ἐὰν εἰς ἔλεος εὑρήσει αὐτόν.
—
ἐνωτίζου ταῦτα, Ἰὼβ· στῆθι, νουθετούμενος δύναμιν Κυρίου.
—
οἴδαμεν ὅτι ὁ θεὸς ἔθετο ἔργα αὐτοῦ, φῶς ποιήσας ἐκ σκότους.
—
ἐπίσταται δὲ διάκρισιν νεφῶν, ἐξαίσια δὲ πτώματα πονηρῶν.
—
σοῦ δὲ ἡ στολὴ θερμή· ἡσυχάζεται δὲ ἐπὶ τῆς γῆς.
—
στερεώσεις μετʼ αὐτοῦ εἰς παλαιώματα, ἰσχυραὶ ὡς ὅρασις ἐπιχύσεως.
—
διὰ τἰ δἰδαξόν με, τί ἐροῦμεν αὐτῷ· καὶ παυσώμεθα πολλὰ λέγοντες.
—
μὴ βίβλος ἢ γραμματεύς μοι παρέστηκεν, ἴνα ἄνθρωπον ἑστηκὼς κατασιωπήσω;
—
πᾶσιν δʼ οὐχ ὁρατὸν τὸ φῶς, τηλαυγές ἐστιν ἐν τοῖς παλαιώμασιν, ὥσπερ τὸ παρʼ αὐτοῦ ἐπὶ νεφῶν.
—
ἀπὸ βορρᾶ νέφη χρυσαυγοῦντα· ἐπὶ τούτοις μεγάλη ἡ δόξα καὶ τιμὴ Παντοκράτορος.
—
καὶ οὐχ εὑρίσκομεν ἄλλον ὅμοιον τῇ ἰσχύι αὐτοῦ· ὁ τὰ δίκαια κρίνων, οὐκ οἴει ἐπακούειν αὐτόν;
—
διὸ φοβηθήσονται αὐτὸν οἱ ἄνθρωπο. φοβηθήσονται δὲ αὐτὸν καὶ οἱ σοφοί καρδίᾳ.
—