Προσθεὶς δὲ Ἐλιοῦς ἔτι λέγει
—
Μεῖνόν με μικρὸν ἔτι ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί ἐστιν λέξις.
—
ἀναλαβὼν τὴν ἐπιστήμην μου μακράν, ἔργοις δέ μου δίκαια ἐρῶ ἐπʼ ἀληθεἰς
—
καὶ οὐκ ἄδικα ῥήματα· ἀδίκως συνίεις.
—
γίγνωσκε δὲ ὅτι ὁ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον, δυνατὸς ἰσχύι καρδίας
—
ἀσεβῆ οὐ μὴ ζωοποιήσει, καὶ κρίμα πτωχῶν δώσει.
—
οὐκ ἀφελεῖ ἀπὸ δικαἰου ὀφθαλμοὺς αὐτοῦ, καὶ μετὰ βασιλέων εἰς θρόνον καὶ καθιεῖ αὐτοὺς εἰς νῖκος, καὶ ὑψωθήσονται.
—
καὶ οἱ πεπεδημένοι ἐν χειροπέδαις συσχεθήσονται ἐν σχοινίοις πενίας·
—
καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν καὶ τὰ παραπτώματα αὐτῶν, ὅτι ἰσχύσουσιν.
—
ἀλλὰ τοῦ δικαίου εἰσακούσεται· καὶ εἶπεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας.
—
ἐὰν ἀκούσωσιν καὶ δουλεύσωσιν, συντελέσουσιν τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς, καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρεπείαις.
—
ἀσεβεῖς δὲ οὐ διασώζει, παρὰ τὸ μὴ βούλεσθαι εἰδέναι αὐτοὺς τὸν κύριον, καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν.
—
καὶ ὑποκριταὶ καρδίᾳ τάξουσιν θυμόν· οὐ βοήσονται, ὅτι ἔδησεν αὐτούς.
—
ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτῶν, ἡ δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων,
—
ἀνθ᾿ ὧν ἔδλιψαν ἀσθενῆ καὶ ἀδύνατον· κρίμα δὲ πρᾳέων ἐκθήσει.
—
καὶ προσεπιηπάτησέν σε ἐκ στόματος ἐχθροῦ ἄβυσσος, κατάχυσις ὑποκάτω αὐτῆς, καὶ κατέβη τράπεζά σου πλήρης πιότητος.
—
οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα.
—
θυμὸς δὲ ἐπʼ ἀσεβεῖς ἔσται, δι ἀσέβειαν δώρων ὧν ἐδέχοντο ἐπʼ ἀδικίαις.
—
μή σε ἐκκλινάτω ἑκὼν ὁ νοῦς δεήσεως ἐν ἀνάγκῃ ὄνταων ἀδυνάτων, καὶ πάντας τοὺς κραταιοῦντας ἰσχύν.
—
μὴ ἐξελκύσῃς τὴν νύκτα, τοῦ ἀναβῆναι λαοὺς ἀντʼ αὐτῶν·
—
ἀλλὰ φύλαξαι μὴ πράξῃς ἄδικα· ἐπὶ τοῦτον γὰρ ἐξείλω ἀπὸ πτωχείας.
—
δοῦ ὁ ἰσχυρὸς κραταιώσει ἐν ἰσχύι αὐτοῦ· τίς γάρ ἐστιν κατʼ αὐτὸν δυνάστης;
—
τἰε δέ ἐστιν ὁ ἐτάζων αὐτοῦ τὰ ἔργας ἡ τίς ὁ εἴπας Ἔπραξεν ἄδικα;
—
μνήσθητι ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα ὧν ρξαν ἄνδρες·
—
πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ, ὅσοι τιτρωσκόμενοί εἰσιν βροτοί.
—
δοῦ ὁ ἰσχυρὸς πολύς, καὶ οὐ γνωσόμεθαἀριθμὸς ἐτῶν αὐτοῦ καὶ ἀπέραντος.
—
ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ, καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην·
—
ὄυήσονται παλαιώματα, ἐσκίασεν δὲ νέφη ἐπὶ ἀμυθήτῳ βροτῷ.
—
καὶ ἐὰν συνῇ ἀπεκτάσεις νεφέλης, ἰσότητα σκηνῆς αὐτοῦ,
—
ἰδοὸ ἐκτενεῖ ἐπʼ αὐτὸν ἡ ᾠδή, καὶ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν.
—
ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς, δώσει τροφὴν τῷ ἀκούοντι.
—
ἐπὶ χειρῶν ἐκάλυψεν φῶς, καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι·
—
ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ· Κύριος κτῆσις καὶ περὶ ἀδικίας.
—