Ὑκπολαβὰν δὲ Ἐλιοῦς λέγει
—
Τί τοῦτο ἡγήσω ἐν κρίσεις σύ τἰς εἶ ὅτι εἶπας Δίκαιός εἰμι ἔναντι Κυρίου
—
ἐγὼ σοὶ δώσω ἀπόκρισιν καὶ τοῖς τρισὶν φίλοις σου.
—
ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἵδε, κατάμαθε δὲ νέφη ὡς ὑψηλὰ ἀπὸ σοῦ.
—
εἰ ἥμαρτες, τί πράξεις εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι;
—
ἐπεὶ δὲ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ, ἢ τί ἐκ χειρός σου λήμψεταις
—
ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου, καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου.
—
ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται, βοήσονται ἀπὸ βραχίονος πολλῶν.
—
καὶ οὐκ εἶπεν Ποῦ ἐστιν ὁ θεὸς ὁ ποιήσας με, ὁ κατατάσσαων φυλακὰς υυκτερινάς,
—
ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς, ἀπὸ δὲ πετεινῶν οὐρανοῦ;
—
ἐκεῖ κεκράξονται, καὶ οὐ μὴ εἰσακούσῃ, καὶ ἀπὸ ὕβρεως πονηρῶν.
—
ἄτοπα γὰρ οὐ βούλεται ὁ κύριος ἰδεῖναὐτὸς γὰρ ὁ παντοκράτωρ ὄρατής ἐστιν
—
τῶν συντελούντων τὰ ἄνομα, καὶ σώσει με. κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αἰνέσαι αὐτὸν ὡς ἔστιν.
—
καὶ νῦν ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος ὄργὴν αὐτοῦ καὶ οὐκ ἔγνω παράπτωμά τι
—
καὶ Ἰὼβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ, ἐν ἀγνωσίᾳ ῥήματα βαρύνει.
—