῾ Υπολαβὼν δὲ Ἐλιοῦς λέγει
—
Ἀκούσατέ μου, σοφοί ἐπιστάμενοι, ἐνωτίζεσθε·
—
ὅτι οὖς λόγους δοκιμάζει, καὶ λάρυγξ γεύεται βρῶσιν.
—
κρίσιν ἑλώμεθα ἑαυτοῖς, γνῶμεν ἀνὰ μέσον ἑαυτῶν ὅ τι καλόν.
—
ὅτι εἴρηκεν Ἰώβ Δίκαιός εἰμι, ὁ κύριος ἀπήλλαξέν μου τὸ κρίμα.
—
ἐψεύσατο δὲ τῷ κρίματί μου· βίαιον τὸ βέλος μου ἄνευ ἀδικίας.
—
τίς ἀνὴρ ὥσπερ Ἰὼβ, πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ;
—
οὐχ ἁμαρτὼν οὐδὲ ἀσεβήσας, ἤ ὁδοῦ κοινωνήσας μετὰ ποιούντων τὰ ἄνομα, τοῦ πορευθῆναι μετὰ ἀσεβῶν.
—
μὴ γὰρ εἴπῃς ὅτι Οὐκ ἔσται ἐπισκοπὴ ἀνδρός· καὶ ἐπισκοπὴ αὐτῷ παρὰ Κυρίου.
—
διό, συνετοὶ καρδίας, ἀκούσατέ μου Μή μοι εἴη) ἔναντι Κυρίου ἀσεβῆσαι, καὶ ἔναντι Παντοκράτορος ταράξαι τὸ δίκαιον·
—
ἀλλὰ ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν, καὶ ἐν τρίβῳ ἀνδρὸς εὑρήσει αὐτόν.
—
οἴῃ δὲ τὸν κύριον ἄτοπα ποιήσειν ἤ ὁ παντοκράτωρ ταράξει κρίσιν,
—
ὅς ἐποίησεν τὴν γῆν τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὐπʼ οὐρανὸν καὶ τὰ ἐνόντα πάντα;
—
εἰ γὰρ βούλοιτο συνέχειν, καὶ τὸ πνεῦμα παρʼ αὐτῷ κατασχεῖν,
—
τελευτήσει πᾶσα σὰρξ ὁμοθυμαδόν, πᾶς δὲ βροτὸς εἰς γῆν ἀπελεύσεται ὅθεν καὶ ἐπλάσθη.
—
εἰ δὲ μὴ νουθετῇ, ἄκουε ταῦτα, ἐνωτίζου φωνὴν ῥημάτων.
—
ἴδε σὺ τὸν μισοῦντα ἄνομα καὶ τὸν ὀλλύντα τοὺς πονηρούς, ὄντα αἰώνιον δίκαιον.
—
ἀσεβὴς ὁ λέγων βασιλεῖ Παρανομεῖς. Ἀσεβέστατε, τοῖς ἄρχουσιν·
—
ὃς οὐκ ἐπαισχυνθῇ πρόσωπον ἐντίμου, οὐδὲ οἶδεν τιμὴν θέσθαι ἁδροῖς, θαυμασθῆναι πρόσωπα αὐτῶν.
—
κενὰ δὲ αὐτοῖς ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός· ἐχρήσαντο γὰρ παρανόμως, ἐκκλινομένων ἀδυνάτων.
—
αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνθρώπων, λέληθεν δὲ αὐτὸν οὐδὲν ὦν πράσσουσιν·
—
οὐδὲ ἔσται τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα·
—
ὅτι οὐκ ἐπʼ ἄνδρα θήσει ἔτι. ὁ γὰρ κύριος πάντας ἐφορᾷ,
—
ὁ καταλαμβάνων ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός·
—
ὁ γνωρίζων αὐτῶν τὰ ἔργα, καὶ στρέψει νύκτα, καὶ ταπεινωθήσεται.
—
ἔσβεσεν δὲ ἀσεβεῖς, ὁρατοὶ δὲ ἐναντίον αὐτοῦ·
—
δικαιώματα δὲ αὐτοῦ οὐκ ἐπέγνωσαν.
—
τοῦ ἐπαγαγεῖν ἐπʼ αὐτὸν κραυγὴν πενήτων. καὶ κραυγὴν πτωχῶν εἰσακούσεται.
—
καὶ αὐτὸς ἡσυχίαν παρέξει, καὶ τίς καταδικάσεταις καὶ κρύψει πρόσωπον, καὶ τίς ὄψεται αὐτόν; καὶ κατὰ ἔθνους καὶ κατὰ ἀνθρώπου ὁμοῦ·
—
βασιλεύων ἄνθρωπον ὑποκριτὴν ἀπὸ δυσκολίας λαοῦ.
—
ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων Εἴληφα, οὐκ ἐνεχυράσωἄνευ
—
ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι εἰ ἀδικίαν ἠργασάμην, οὐ μὴ προσθήσω.
—
μὴ ἀπὸ σοῦ ἀποτίσει αὐτήν, ὅτι ἀπώσῃς ὅτι σὺ ἐκλέξῃ καὶ οὐκ ἐγώ· καὶ τί ἔγνως λάλησον.
—
διὸ συνετοὶ καρδίας ἐροῦσιν ταῦτα, ἀνήρ δὲ σοφὸς ἀκήκοέν μου τὸ ῥῆμα.
—
Ἰὼβ δὲ οὐκ ἐν συνέσει ἐλάλησεν, τὰ δήματα αὐτοῦ οὐκ ἐν ἐπιστήμῃ.
—
οὐ μὴν δὲ ἀλλὰ μάθε. Ἰώβ, μὴ δῷς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄφρονες
—
ἴνα μὴ προσθῶμεν ἐφʼ ἁμαρτίας ἡμῶν, ἀνομία δὲ ἐφʼ ἡμῖν λογισθήσεται, πολλὰ λαλούντων ὀήματα ἐναντίον τοῦ κυρίου.
—