οὐ μὴν δὲ ἀλλὰ ἄκουσον, Ἰὼβ, τὰ ῥήματά μου. καὶ λαλιὰν ἐνωτίζου μου·
—
ἰδοὺ γὰρ ἤνοξα τὸ στόμα μου, καὶ ἐλάλησεν ἡ γλῶσσά μου.
—
καθαρά μου ἡ καρδία ῥήμασιν, σύνεσις δέ χειλέων μου καθαρὰ νοήσει.
—
πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ αντοκράτορος ἡ διδάσκουσά με.
—
ἐὸ δός μοι ἀπόκρισιν πρὸς ταῦτα· ὑπόμεινον, στῆθι κατʼ ἐμέ καὶ ἐγὼ κατὰ σέ.
—
ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ· ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα.
—
οὐχ ὁ φόβος μού σε στροβήσει, οὐδὲ ἡ χείρ μου βαρεῖα ἔσται ἐπὶ σοί.
—
χλὴν εἶπας ἐν ὠσίν μου, φωνὴν ῥημάτων ἀκήκοα
—
διότι λέγεις Καθαρός εἰμι, οὐχ ἁμαρτών· ἄμεμπτός εἰμι, οὐ γὰρ ἠνόμησα.
—
μέμψιν δὲ κατʼ ἐμοῦ εὖρεν, ἥγηται δέ με ὥσπερ ὑπεναντίον·
—
ἔθετο δὲ ἐν ξύλῳ τὸν πόδα μου. ἐφύλαξεν δέ μου πάσας τὰς ὁδούς.
—
πῶς γὰρ λέγεις Δίκαιός εἰμι, καὶ οὐκ ἐπακήκοέν μου αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν.
—
λέγεις δέ Διὰ τί τῆς δίκης μου οὐκ ἐπακήκοέν μου πᾶν ῥῆμα
—
ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ κύριος. ἐν δὲ τῷ δευτέρῳ·
—
ἐνύπνιον, ἤ ἐν μελέτῃ νυκτερινῇ. ὡς ὅταν ἐπιπίπτῃ δεινὸς φόβος ἐπʼ ἀνθρώπους, ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης·
—
τότε ἀνακαλύπτει νοῦν ἀνθρώπων, ἐν εἴδεσιν φόβου τοιούτοις αὐτοὺς ἐξεφόβησεν.
—
ἀποστρέψαι ἄνθρωπον ἀπὸ ἀδικίας· τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ πτώματος ἐρρύσατο.
—
ἐφείσατο δὲ τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου, καὶ μὴ πεσεῖν αὐτὸν ἐν πολεμῇ.
—
πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐπὶ μαλακίᾳ ἐπὶ κοίτης. καὶ πλῆθος ὀστῶν αὐτοῦ ἐνάρκησεν·
—
πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύνηται προσδέξασθαι, καὶ ἡ ψυχὴ αὐτοῦ βρῶσιν ἐπιθυμήσει·
—
ἕως ἂν σαπῶσιν αὐτοῦ αἱ σάρκες, καὶ ἀποδείξῃ τὰ ὀστᾶ αὐτοῦ κενά.
—
ἤγγισεν δὲ εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, ἥδε ἡ ςωὴ αὐταῦ ν ᾅδῃ·
—
ἐὰν ὢσιν χίλιοι ἄγγελοι θανατηφόροι, εἶς αὐτῶν οὐ μὴ τρώσῃ αὐτόν. ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι πρὸς Κύριρν, ἀναγγείλῃ δὲ ἀνθρώπῳ τὴν ἑαυτοῦ μέμψιν, τὴν δὲ ἄνοιαν αὐτοῦ δείξῃ,
—
ἀνθέξεται τοῦ μὴ πεσεῖν εἰς θάνατον· ἀνανεώσει δὲ αὐτοῦ τὸ σῶμα ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου, τὰ δὲ ὀστᾶ αὐτοῦ ἐμπλήσει μυελοῦ·
—
ἁπαλυνεῖ δὲ αὐτοῦ τὰς σάρκας ὥσπερ νηπίου, ἀποκαταστήσει δὲ αὐτὸν ἀνδρωθέντα ἐν ἀνθρώποις.
—
εὐξάμενος δὲ πρὸς Κύριον, καὶ δεκτὰ αὐτῷ ἔσται, εἰσελεύσεται δὲ προσώπῳ ἱλαρῷ σὺν ἐξηγορίᾳ· ἀποδώσει δὲ ἀνθρώποις δικαιοσύνην.
—
εἶτα τότε ἀπομέμψεται ἄνθρωπος αὐτὸς ἑαυτῷ λέγων Οἶα συνετέλουν; καὶ οὐκ ἄξια ἤτασέν με ὧν ἥμαρτον.
—
σῶσον ψυχὴν μου τοῦ μὴ ἐλθεῖν εἰς διαφθοράν, καὶ ἡ ζωή μου φῶς ὄψεται.
—
ἰδοὺ ταῦτα πάντα ἐργᾶται ὁ ἰσχυρὸς ὁδοὺς τρεῖς μετὰ ἀνδρός·
—
ἀλλ’ ἐρὔσατο τὴν ψυχήν μου ἐκ θανάτου, ἵνα ἡ ζωή μου ἐν φωτὶ αἰνῇ αὐτόν.
—
ἐνωτίζου, Ἰὼβ, καὶ ἄκουέ μου· κώφευσον, καὶ ἐγώ εἰμι λαλήσω. λάλησον, θέλω γὰρ δικαιωθῆναί σε.
—
εἰ μή, σὺ ἄκουσόν μου· κώφευσον, καὶ διδάξω σε.
—