Skip to content

Parallel

Job 32

Swete's Septuagint · Berean Standard Bible

Καὶ ἐπαύσατο Ἰὼβ ῥήμασιν· (¹)ἡσύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν Ἰὼβ, ἦν γὰρ Ἰὼβ δίκαιος ἐναντίον αὐτῶν.
ὠργίσθη δὲ Ἐλιοῦς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζείτης ἐκ τῆς συγγενείας Ῥάμ, τῆς Αὐσείτιδος χώρας· ὠργίσθη δὲ τῷ Ἰὼβ σφόδρα, διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἐναντίον Κυρίου.
καὶ κατὰ τῶν τριῶν δὲ φίῦλων ὠργίσθη σφόδρα, διότι οὐκ ἠδυνήθησαν ἀποκριθῆναι ἀντίθετα Ἰὼβ, καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ.
Ἐλους δὲ ὑπέμεινεν δοῦναι ἀπόκρισιν Ἰώβ, ὅτι πρεσβύτεροι αὐτοῦ εἰσιν ἡμέραις.
καὶ εἶδεν Ἐλους ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τῶν τριῶν ἀνδρῶν, καὶ ἐθυμώθη ὀργῇ αὐτοῦ.
ὑπολαβὼν δὲ Ἐλιοῦς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζείτης εἶπεν Νεώτερος μέν εὶμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι· διὸ ἡσύχασα, φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην.
εἶπα δὲ ὅτι Οὐχ ὁ χρόνος ἐστὶν ὁ λαλῶν, ἐν πολλοῖς δὲ ἔτεσιν οὐκ οἴδασιν σοφίαν·
ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς, πνοὴ δὲ Μαντοκράτορός ἐστιν ἡ διδάσκουσα·
οὐχ οἱ πολυχρόνιοί εἰσιν σοφοί, οὐδʼ οἱ γέροντες οἴδασιν κρίμα.
διὸ εἶπα Ἀκούσατέ μου, καὶ ἀναγγελῶ ὑμῖν ἃ οἶδα·
ἐνωτίζεσθέ μου τὰ ῥήματα ὑμῶν ἀκουόντων, ἄχρι οὗ ἐτάσητε λόγους.
καὶ μέχρι ὑμῶν συνήσω· καὶ ἰδοὺ οὐκ ἦν τῷ Ἰὼβ ἐλέγχων, ἀνταποκρινόμενος ῥήματα αὐτοῦ ἐξ ὑμῶν.
ἵνα μὴ εἶπητε Εὕρομεν σοφίαν Κυρίῳ προσθέμενοι·
ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα.
ἐπτοήθησαν, οὐκ ἀπεκρίθησαν ἔτι, ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους.
ὑπέμεινα, οὐ γὰρ ἐλάλησα· ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν.
῾Υπολαβὼν δὲ Ἐλιοῦς λέγει
Πάλιν λαλήσω· πλήρης γάρ εἰμι ῥημάτων, ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός·
ἡ δὲ γαστὴρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος, ἤ ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς.
λαλήσω, ἳνα ἀναπαύσωμαι, ἀνοίξας τὰ χείλη·
ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθῶ· ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ·
οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπα· εἰ δὲ μή, καὶ ἐμὲ σῆτες ἔδονται.