Skip to content

Parallel

Job 28

Swete's Septuagint · Berean Standard Bible

Ἔστιν γὰρ ἀργυρίῳ τόπος ὅθεν γίνεται, τόπος δέ χρυσίου ὅθεν διηθεῖται·
σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται.
τάξιν ἔθετο σκότει, καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται· λίθος σκοτίας καὶ σκιὰ θανάτου,
διακοπὴ χειμάρρου ἀπὸ κονίας· οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν ἐκ βροτῶν.
γῆ, ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος, ὑποκάτω αὐτῆς ἐστράφη ὡσεὶ πῦρ.
τόπος σαπφείρου οἱ λίθοι αὐτῆς, καὶ χῶμα χρυσίον αὐτῷ.
τρίβος, οὐκ ἔγνω αὐτὴν πετεινόν, καὶ οὐ παρέβλεψεν αὐτὴν ὀφθαλμὸς γυπός·
καὶ οὐκ ἐπάτησαν αὐτὸν υἱοὶ ἀλαζόνων, οὐ παρῆλθεν ἐπʼ αὐτῆς λέων.
ἐν ἀκροτόμῳ ἐξέτεινεν χεῖρα αὐτοῦ, κατέστρεψεν δὲ ἐκ ῥιζῶν ὄρη·
δίνας δὲ ποταμῶν ἔρρηξεν, πᾶν δὲ ἔντιμον ἴδεν μου ὁ ὀφθαλμός·
βάθη δὲ ποταμῶν ἀνεκάλυψεν, ἔδειξεν δὲ ἑαυτοῦ δύναμιν εἰς φῶς.
ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶν τῆς ἐπιστήμης;
οὐκ οἶδεν βροτὸς ὁδὸν αὐτῆς, οὐδὲ μὴν εὑρέθη ἐν ἀνθρώποις.
ἄβυσσος εἶπεν Οὐκ ἔνεστιν ἐν ἐμοί· καὶ ἡ θάλασσα εἶπεν Οὐκ ἔνεστιν μετʼ ἐμοῦ.
οὐ δώσει συνκλεισμὸν ἀντʼ αὐτῆς, καὶ οὐ σταθήσεται αὐτῇ ἀργύριον ἀντάλλαγμα αὐτῆς·
καὶ οὐ συνβασταχθήσεται χρυσίῳ Σωφείρ , ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ·
οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον καὶ ὕαλος, καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ.
μετέωρα καὶ γαβεὶς οὐ μνησθήσεται, καὶ ἕλκυσον σοφίαν ὑπέρ τὰ ἐσώτατα·
οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας, χρυσίῳ καθαρῷ οὐ συνβασταχτήσεται.
ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶν τῆς συνέσεως;
λέληθεν πάντα ἄνθρωπον, καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη.
ἡ ἀπώλεια καὶ ὁ θάνατος εἶπαν Ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος.
ὁ θεὸς εὖ συνέστησεν αὐτῆς τὴν ὁδόν, αὐτὸς δὲ οἶδεν τὸν τόπον αὐτῆς.
αὐτὸς γὰρ τὴν ὑπʼ οὐρανὸν πᾶσαν ἐφορᾷ, εἰδὼς τὰ ἐν τῇ γῇ πάντα
ἐποίησεν, ἀνέμων σταθμόν, ὕδατος μέτρα,
ὅτε ἐποίησεν· οὕτως ἰδὼν ἡρίθμησεν, καὶ ὁδὸν ἐν τινάγματι φωνάς.
τότε εἶδεν αὐτὴν καὶ ἐξηγήσατο αὐτῇ, ἑτοιμάσας ἐξιχνίασεν·
εἶπεν δὲ ἀνθρώπῳ Ἰδοὺ ἡ θεοσέβειά ἐστιν σοφία, τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστὶν ἐπιστήμη.