Ἔτι δὲ προσθεὶς Ἰὼβ εἶπεν τῷ προομίῳ
—
Ζῇ ὁ θεὸς ὃς οὕτω με κέκρικεν, καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν,
—
εἰ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥινί,
—
μὴ λαλήσειν τὰ χείλη μου ἄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα.
—
μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι ἕως ἂν ἀποθάνω, οὐ γὰρ ἀπαλλάξω μου τὴν ἀκακίαν·
—
δικαιοσύνῃ δέ προσέχων οὐ μὴ προῶμα, οὐ γὰρ σύνοιδα ἐμαυπῷ ἄτοπα πράξας.
—
οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν, καὶ οἱ ἐπʼ ἐμὲ ἐπανιστανόμενοι ὥσπερ ἡ ἀπώλεια τῶν παρανόμων.
—
καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ ὅτι ἐπέχεις ; πεποιθὼς ἐπὶ κύριον ἆρα σωθήσεται ;
—
ἢ τὴν δέησιν αὐτοῦ εἰσακούσεται ὁ θεός; ἢ ἐπελθούσης αὐτῷ ἀνάγκης
—
μὴ ἔχει τινὰ παρρησίαν ἔναντι αὐτοῦ; ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ;
—
ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν τί ἐστιν ἐν χειρὶ Κυρίου, ἅ ἐστιν παρὰ Παντοκράτορι οὐ ψεύσομαι.
—
ἰδοὺ πάντες οἴδατε ὅτι κενὰ κενοῖς ἐπιβάλλετε.
—
αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου, κτῆμα δέ δυναστῶν ἐλεύσεται παρὰ Παντοκράτορος ἐπʼ αὐτούς.
—
ἐὸν δὲ πολλοὶ γένωνται οἱ υἱοὶ αὐτῶν, εἰς σφαγὴν ἔσονται· ἐὰν δὲ καὶ ἀνδρωθῶσιν, προσαιτήσουσιν·
—
χήρας δὲ αὐτῶν οὐθεὶς ἐλεήσει.
—
ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον, ἴσα δὲ πηλῷ ἑτοιμάσῃ χρυσίον,
—
ταῦτα πάντα δίκαιοι περιποιήσονται, τὰ δέ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν.
—
ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὅσπερ σῆτες καὶ ὅσπερ ἀράχνη.
—
πλούσιος κοιμηθεὶς καὶ οὐ προσθήσει, ὀφθαλμοὺς αὐτοῦ διήνοιξεν καὶ οὐκ ἔστιν.
—
συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι, νυκτὶ δὲ ὑφείλατο αὐτὸν γνόφος·
—
ἀναλήμψεται δὲ αὐτὸν καύσων καὶ ἀπελεύσεται. καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.
—
καὶ ἐπιρίψει αὐτὸν καὶ οὐ φείσεται· ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται
—
κροτήσει ἐπʼ αὐτοῦ χεῖρας αὐτῶν, καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.
—