Ἔτι δὲ προσθεὶς Ἰὼβ εἶπεν τῷ προοιμίῳ
—
Τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν ὧν με ὁ θεὸς ἐφύλαξεν;
—
ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει·
—
ὅτε ἤμην ἐπιβρίθων ὁδούς, ὅτε ὁ θεὸς ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου·
—
ὅτε ἤμην ὑλώδης λίαν, κύκλῳ δέ μου οἱ παῖδες·
—
ὅτε ἐχέοντο αἱ ὁδοί μου βουτύρῳ, τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι·
—
ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος.
—
ἰδόντες με νεανίσκοι ἐκρύβησαν, πρεσβῦται δὲ πάντες ἔστησαν·
—
ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες, δάκτυλον ἐπιθέντες ἐπὶ στόματι.
—
οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με, καὶ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη·
—
ὅτὶ οὗς ἤκουσεν καὶ ἐμακάρισέν με, ὀφθαλμὸς δὲ ἰδών με ἐξέκλινεν.
—
διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου, καὶ ὀρφανῷ ᾧ οὐκ ἦν βοηθὸς ἐβοήθησα·
—
εὐλογία ἀπολλυμένου ἐπʼ ἐμὲ ἔλθοι, στόμα δέ χήρας με εὐλόγησεν.
—
δικαιοσύνην δὲ ἐνδεδύκειν, ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοίδι
—
ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν.
—
ἐγὼ ἤμην πατὴρ ἀδυνάτων, δίκην δὲ ἣν οὐκ ᾔδειν ἐξιχνίασα·
—
συνέτριψα δὲ μύλας ἀδίκων· ἐκ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα.
—
εἶπα δέ Ἡ ἡλικία μου γηράσει· ὥσπερ στέλεχος φοίνικος, πολὺν χρόνον βιώσω·
—
ἡ ῥίζα διήνοικται ἐπὶ ὑδατος, καὶ δρόσος αὐλισθήσεται ἐν τῷ θερισμῷ μου·
—
ἡ δόξα μου καινὴ μετʼ ἐμοῦ, καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύεται.
—
ἐμοῦ ἀκούσαντες προσέσχον, ἐσιώπησαν δὲ ἐπὶ τῆ ἐμῇ βουλῆ·
—
ἐπὶ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο, περιχαρεῖς δὲ ἐγίνοντο ὁπόταν αὐτοῖς ἐλάλουν·
—
ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετόν, οὕτως οὗτοι τὴν ἐμὴν λαλιάν.
—
ἐὰν γελάσω πρὸς αὐτούς, οὐ μὴ πιστεύσωσιν· καὶ φῶς τοῦ προσώπου μου οὐκ ἀπέπιπτεν.
—
ἐξελεξάμην ὁδὸν αὐτῶν καὶ ἐκάθισα ἄρχων. καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις, ὃν τρόπον παθεινοὺς παρακαλῶν.
—