Skip to content

Parallel

Job 21

Swete's Septuagint · Berean Standard Bible

῾Υπολαβὼν δὲ Ἰὼβ λέγει
Ἀκούσατε, ἀκούσατέ μου τῶν λόγων, ἴνα μὴ ᾖ μοι παρʼ ὑμῶν αὕτη ἡ παράκλησις.
ἄρατέ με, ἐγὼ δὲ λαλήσω, κἶτ᾿ οὐ καταγελάσετέ μου.
τί γάρ μὴ ἀνθρώπου μου ἡ ἔλεγξις ἤ διὰ τί οὐ θυμωθήσομαι
εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσετε, χεῖρα θέντες ἐπὶ σιαγόνι.
ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα, ἔχουσιν δέ μου τὰς σάρκας ὀδύναι.
διὰ τί ἀσεβεῖς ζῶσιν, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ;
ὁ σπόρος αὐτῶν κατὰ ψυχὴν, τὸ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς.
οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν, φόβος δὲ οὐδαμοῦ, μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν αὐτοῖς.
ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησεν. διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλεν.
μένουσιν δὲ ὡς πρόβατα αἰώνια, τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν·
ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ.
συνετέλεσαν δὲ ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν, ἐν δὲ ἀναπαύσει ᾂδου ἐκοιμήθησαν.
λέγει δὲ Κυρίῳ Ἀπόστα ἀπʼ ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι·
τἰ ἱκανὸς ὅτι δουλεύσομεν αὐτῷ; καὶ τίς ὠφελία ὅτι ἀπαντήσομεν αὐτῷ;
ἐν χερσὶν γὰρ ἦν αὐτῶν τὰ ἀγαθά, ἔργα δὲ ἀσεβῶν οὐκ ἐφορᾷ.
οὐ μὴν δὲ ἀλλὰ καὶ ἀσεβῶν λύχνος σβεσθήσεται, ἐπελεύσεται δὲ αὐτοῖς ἡ καταστροφή, ὠδίνες δὲ ἕξουσιν αὐτοὺς ἀπὸ ὀργῆς.
ἔσονται δὲ ὥσπερ ἄχυρα ὑπὸ ἀνέμου, ἤ ὥσπερ κονιορτὸς ὅν ὑφείλατο λαῖλαψ.
ἐκλίποι υἱοὺς τὰ ὑπάρχοντα αὐτοῦ· ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται.
ἴδοισαν οἱ ὀφθαλμοὶ αὐτοῦ τὴν ἑαυτοῦ σφαγήν, ἀπὸ δὲ Κυρίου μὴ διασωθείη·
ὅτι τὸ θέλημα αὐτοῦ ἐν ἴοκῳ αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἀριθμοὶ μηνῶν αὐτοῦ διῃρέθησαν.
πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην ; αὐτὸς δὲ φόνους διακρινεῖ.
οὗτος ἀποθανεῖται ἐν κράτει ἁπλοσύνης αὐτοῦ, ὅλος δὲ εὐπαθῶν καὶ εὐθηνῶν,
τὸ δὲ ἔγκατα αὐτοῦ πλήρη στέατος, μυελὸς δὲ αὐτοῦ διαχεῖται·
ὁ δὲ τελευτῷ ὑπὸ πικρίας ψυχῆς. οὐφαγὼν οὐδὲν ἀγαθόν·
ὁμοθυμαδὸν δὲ ἐπὶ γῆς κοιμῶνται, σαπρία δὲ αὐτοὺς ἐκάλυψεν.
ὥστε οἶδα ὑμᾶς ὅτι τόλμῃ ἐπίκεισθέ μοι,
ὥστε ἐρεῖτε Ποῦ ἐστιν οἶκος ἄρχοντος; καὶ ποῦ ἐστιν ἡ σκέπη τῶν σκηνωμάτων τῶν ἀσεβῶν;
ἐραωτήσατε παραπορευομένους ὁδόν, καὶ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριώσετε·
ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρός. εἰς ἡμέραν ὀργῆς αὐτοῦ ἀπαχθήσονται.
τίς ἀπαγγελεῖ ἐπὶ προσώπου αὐτοῦ τὴν ὁδὸν αὐτοῦ; καὶ ἃ αὐτὸς ἐποίησεν, τίς ἀνταποδώσει αὐτῷ;
καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη, καὶ αὐτὸς ἐπὶ σωρῶν ἠγρύπνησεν.
ἐγλυκάνθησαν αὐτῷ χάλικες χειμάρρου. καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται, καὶ ἔμπροσθεν αὐτοῦ ἀναρίθμητοι.
πῶς δὲ παρακαλεῖτέ με κενά; τὸ δὲ ἐμὲ καταπαύσασθαι ἀφʼ ὑμῶν οὐδέν.