῾Υπολαβὼν δὲ Ἐλειφὰς ὁ Θαιμανείτης λέγει
—
Πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην;
—
τί γὰρ μέλει τῷ κυρίῳ ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος; ἤ ὠφελία ὅτι ἀπώσῃς τὴν ὁδόν σου;
—
ἢ λόγον σου ποιούμενος ἐλέγξει σε, καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν;
—
πότερον οὐχ ἡ κακία σού ἐστιν πολλή, ἀναρίθμητοι δέ σού εἰσιν αἱ ἁμαρτίαι;
—
ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διὰ κενῆς. ἀμφίασιν δὲ γυμνῶν ἀφείλου·
—
οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν·
—
ἐθαύμασας δέ τινων πρόσωπον, ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς·
—
χήρας δὲ ἐξαπέστειλας κενάς. ὀρφανοὺς δὲ ἐκάκωσας.
—
τοιγαροῦν ἐκύκλωσάν σε παγίδες, καὶ ἐσπούδασέν σε πόλεμος ἐξαίσιος.
—
τὸ φῶς σοι σκότος ἀπέβη, κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψεν.
—
μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ, τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν;
—
καὶ εἶπας Τί ἔγνω ὁ ἰσχυρός. ἤ κατὰ τοῦ γνόφου κρίνει;
—
νεφέλη ἀποκρυφῆς αὐτοῦ, καὶ οὐχ ὁραθήσεται, καὶ γῦρον οὐρανοῦ διαπορεύεται.
—
μὴ τρίβον αἰώνιον φυλάξεις ἣν ἐπάτησαν ἄνδρες δίκαιοι.
—
οἳ συνελήμφθησαν ἄωροι; ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτῶν·
—
οἱ λέγοντες Κύριος τί ποιήσει ἡμῖν; ἤ τί ἐπάξεται ἡμῖν ὁ παντοκράτωρ
—
ὅς δὲ ἐνέπλησεν τοὺς οἴκους αὐτῶν ἀγαθῶν, βουλὴ δὲ ἀσεβῶν πόρρω ἀπ᾿ αὐτοῦ,
—
ἰδόντες δίκαιοι ἐγέλασαν, ἄμεμπτος δὲ ἐμυκτήρισεν·
—
εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν, καὶ τὸ κατάλιμμα αὐτῶν καταφάγεται πῦρ.
—
γενοῦ δὴ σκληρός, ἐὰν ὑπομείνῃς· εἶτ᾿ ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς.
—
ἔκβαλε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν, καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου.
—
ἐὸν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι Κυρίου, πόρρω ἐποίησας ἀπὸ διαίτης σου ἄδικον·
—
θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ, καὶ ὡς πέτρα χειμάρρου Σωφείρ.
—
ἔσται οὖν σου ὁ παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν, καθαρὸν δὲ ἀποδώσει σε ὣσπερ ἀργύριον πεπυρωμένον.
—
εἶτα παρρησιασθήσῃ ἐναντίον Κυρίου, ἀναβλέψας εἰς τὸν οὐρανὸν ἱλαρῶς·
—
εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου, δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχάς·
—
ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης, ἐπὶ δὲ ὁδοῖς σου ἔσται φέγγος.
—
ὅτι ἐταπείνωσας σεαυτόν, καὶ ἐρεῖς ῾ Υπερηφανεύσατο, καὶ κύφοντα ὀφθαλμοῖς σώσει·
—
ῤύσεται ἀθῷον, καὶ διασώθητι ἐν καθαραῖς χερσίν σου.
—