Skip to content

Parallel

Job 20

Swete's Septuagint · Berean Standard Bible

῾γπολαβὼν δὲ Σωφὰρ ὁ Μειναῖος λέγει
Οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα· καὶ οὐχὶ συνίετε μᾶλλον ἤ καὶ ἐγώ.
παιδείαν ἐντροπῆς μου ἀκούσομαι, καὶ πνεῦμα ἐκ τῆς συνέσεως ἀποκριθήσεταί μοι.
μὴ ταῦτα ἔγνως ἀπὸ τοῦ ἔτι, ἀφʼ οὖ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς;
εὐφροσύνη δὲ ἀσεβῶν πτῶμα ἐξαίσιον, χαρμονὴ δέ παρανόμων ἀπώλεια·
ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα, ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται.
ὅταν γὰρ δοκῇ ἤδη κατεστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται· οἱ δὲ εἰδότες αὐτὸν ἐροῦσιν Ποῦ ἐστιν;
ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ, ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν·
ὀφθαλμὸς παρέβλεψεν, καὶ οὐ προσθήσει, καὶ οὐκ ἔτι προσνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ.
τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες, αἱ δέ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύναις.
ὀστᾶ αὐτοῦ ἐνεπλήσθησαν νεότητος αὐτοῦ, καὶ μετʼ αὐτοῦ ἐπὶ χώματος κοιμηθήσεται.
ἐὰν γλυκανθῇ ἐν στόματι αὐτοῦ κακία, κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ,
οὐ φείσεται αὐτῆς καὶ οὐκ ἐγκαταλείψει αὐτήν· καὶ συνάξει αὐτὴν ἐν μέσῳ τοῦ λάρυγγος αὐτοῦ,
καὶ οὐ μὴ δυνηθῇ βοηθῆσαι ἑαυτῷ· χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ.
πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεσθήσεται, ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος.
θυμὸν δὲ δρακόντων θηλάσειεν, ἀνέλοι δὲ αὐτὸν γλῶσσα ὄφεως.
μὴ δοι ἴμελξιν νομάδων μηδέ νομὰς μέλιτος καὶ βουτύρου.
εἰς κενὰ καὶ μάταια ἐκοπίασεν, πλοῦτον ἐξ οὗ οὐ γεύσεται ὥσπερ στρίφνος ἀμάσητος, ἀκατάποτος.
πολλῶν γὰρ δυνατῶν οἴκους ἔθλασεν· δίαιταν δὲ ἥρπασεν, καὶ οὐκ ἔστησεν.
οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν, ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται.
οὐκ ἔστιν ὑπόλιμμα τοῖς βρώμασιν αὐτοῦ, διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά.
ὅταν δὲ δοκῆ ᾔδη πεπληρῶσθαι, θλβήσεται, πᾶσα δὲ ἀνάγκη ἐπʼ αὐτὸν ἐπελεύσεται.
εἴ πως πληρώσαι γαστέρα αὐτοῦ, ἐπαποστείλαι ἐπʼ αὐτὸν θυμὸν ὀργῆς. νίψαι ἐπʼ αὐτὸν ὀδύνας·
καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου, τρώσαι αὐτὸν τόξον χάλκειον·
διεξέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος, ἄστρα δὲ ἐν διαίταις αὐτοῦ περιπατήσαισαν· ἐπʼ αὐτῷ φόβοι,
πᾶν δὲ σκότος αὐτῷ ὑπομείναι κατέδεται αὐτὸν πῦρ ἄκαυστον, κακώσαι δὲ αὐτοῦ ἐπήλυτος τὸν οἶκον.
ἀνακαλύψαι δὲ αὐτοῦ ὁ οὐρανὸς τὰς ἀνομίας, γῆ δὲ ἐπανασταίη αὐτῷ.
ἑλκύσαι τὸν οἶκον αὐτοῦ ἀπωλία εἰς τέλος, ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ.
αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου, καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου.