῾Υπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει
—
Μέχρι τίνος οὐ παύσῃ; ἐπίσχες, ἴνα καὶ αὐτοὶ λαλήσωμεν.
—
διὰ τί ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου;
—
κέχρηταί σοι ὀργή. τί γάρ; ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπʼ οὐρανόν; ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων
—
καὶ φῶς ἀσεβῶν σβεσθήσεται, καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ.
—
τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ, ὁ δὲ λύχνος αὐτῷ σβεσθήσεται.
—
θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ, σφάλαι δὲ αὐτοῦ ἡ βουλή.
—
ἐμβέβληται δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι. ἐν δικτύῳ ἑλιχθείη.
—
ἒλθοισαν δὲ ἐπʼ αὐτὸν παγίδες. κατισχύσει ἐπʼ αὐτὸν διψῶντας.
—
κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ, καὶ ἡ σύλλημψις αὐτοῦ ἐπὶ τρίβων.
—
κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι· πολλοὶ δὲ περὶ πόδα αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ,
—
πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον.
—
βραωθείησαν αὐτοῦ κλῶνες ποδῶν, κατέδεται δὲ τὰ ὡραῖα αὐτοῦ θάνατος.
—
ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις, σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ.
—
κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ, κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ.
—
ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται, καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ.
—
τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς. καὶ ὑπάρχει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρω·
—
ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος.
—
οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ, οὐδὲ σεσωσμένος ἐν τῇ ὑπʼ οὐρανὸν ὁ οἶκος αὐτοῦ, ἀλλ᾿ ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι.
—
ἐπ᾿ αὐτῷ ἐστέναξαν ἔσχατοι, πρώτους δὲ ἔσχεν θαῦμα.
—
οὗτοί εἰσιν οἱ οἶκοι ἀδίκων, οὗτος δὲ ὁ τόπος τῶν μὴ εἰδότων τὸν κύριον.
—