Skip to content

Parallel

Daniel (Theodotion) 5

Rahlfs Septuagint (1935) · Berean Standard Bible

5:1
Βαλτασαρ ὁ βασιλεὺς ἐποίησεν δεῖπνον μέγα τοῖς μεγιστᾶσιν αὐτοῦ χιλίοις καὶ κατέναντι τῶν χιλίων ὁ οἶνος καὶ πίνων
Later, King Belshazzar held a great feast for a thousand of his nobles, and he drank wine with them.
5:2
Βαλτασαρ εἶπεν ἐν τῇ γεύσει τοῦ οἴνου τοῦ ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ ἃ ἐξήνεγκεν Ναβουχοδονοσορ ὁ πατὴρ αὐτοῦ ἐκ τοῦ ναοῦ τοῦ ἐν Ιερουσαλημ καὶ πιέτωσαν ἐν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ μεγιστᾶνες αὐτοῦ καὶ αἱ παλλακαὶ αὐτοῦ καὶ αἱ παράκοιτοι αὐτοῦ
Under the influence of the wine, Belshazzar gave orders to bring in the gold and silver vessels that Nebuchadnezzar his father (note: Or predecessor or grandfather; also in verses 11, 13, and 18) had taken from the temple in Jerusalem, so that the king could drink from them, along with his nobles, his wives, and his concubines.
5:3
καὶ ἠνέχθησαν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ ἃ ἐξήνεγκεν ἐκ τοῦ ναοῦ τοῦ θεοῦ τοῦ ἐν Ιερουσαλημ καὶ ἔπινον ἐν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ μεγιστᾶνες αὐτοῦ καὶ αἱ παλλακαὶ αὐτοῦ καὶ αἱ παράκοιτοι αὐτοῦ
Thus they brought in the gold vessels that had been taken from the temple, the house of God in Jerusalem, and the king drank from them, along with his nobles, his wives, and his concubines.
5:4
ἔπινον οἶνον καὶ ᾔνεσαν τοὺς θεοὺς τοὺς χρυσοῦς καὶ ἀργυροῦς καὶ χαλκοῦς καὶ σιδηροῦς καὶ ξυλίνους καὶ λιθίνους
As they drank the wine, they praised their gods of gold and silver, bronze and iron, wood and stone.
5:5
ἐν αὐτῇ τῇ ὥρᾳ ἐξῆλθον δάκτυλοι χειρὸς ἀνθρώπου καὶ ἔγραφον κατέναντι τῆς λαμπάδος ἐπὶ τὸ κονίαμα τοῦ τοίχου τοῦ οἴκου τοῦ βασιλέως καὶ ὁ βασιλεὺς ἐθεώρει τοὺς ἀστραγάλους τῆς χειρὸς τῆς γραφούσης
At that moment the fingers of a human hand appeared and wrote on the plaster of the wall, near the lampstand in the royal palace. As the king watched the hand that was writing,
5:6
τότε τοῦ βασιλέως ἡ μορφὴ ἠλλοιώθη καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτόν καὶ οἱ σύνδεσμοι τῆς ὀσφύος αὐτοῦ διελύοντο καὶ τὰ γόνατα αὐτοῦ συνεκροτοῦντο
his face grew pale and his thoughts so alarmed him that his hips gave way and his knees knocked together.
5:7
καὶ ἐβόησεν ὁ βασιλεὺς ἐν ἰσχύι τοῦ εἰσαγαγεῖν μάγους Χαλδαίους γαζαρηνοὺς καὶ εἶπεν τοῖς σοφοῖς Βαβυλῶνος ὃς ἂν ἀναγνῷ τὴν γραφὴν ταύτην καὶ τὴν σύγκρισιν γνωρίσῃ μοι πορφύραν ἐνδύσεται καὶ ὁ μανιάκης ὁ χρυσοῦς ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ τρίτος ἐν τῇ βασιλείᾳ μου ἄρξει
The king called out for the enchanters, astrologers (note: Or Chaldeans; also in verse 11), and diviners to be brought in, and he said to these wise men of Babylon, “Whoever reads this inscription and tells me its interpretation will be clothed in purple and have a gold chain placed around his neck, and he will be made the third highest ruler in the kingdom.”
5:8
καὶ εἰσεπορεύοντο πάντες οἱ σοφοὶ τοῦ βασιλέως καὶ οὐκ ἠδύναντο τὴν γραφὴν ἀναγνῶναι οὐδὲ τὴν σύγκρισιν γνωρίσαι τῷ βασιλεῖ
So all the king’s wise men came in, but they could not read the inscription or interpret it for him.
5:9
καὶ ὁ βασιλεὺς Βαλτασαρ πολὺ ἐταράχθη καὶ ἡ μορφὴ αὐτοῦ ἠλλοιώθη ἐπ᾿ αὐτῷ καὶ οἱ μεγιστᾶνες αὐτοῦ συνεταράσσοντο
Then King Belshazzar became even more terrified, his face grew even more pale, and his nobles were bewildered.
καὶ εἰσῆλθεν ἡ βασίλισσα εἰς τὸν οἶκον τοῦ πότου καὶ εἶπεν βασιλεῦ εἰς τοὺς αἰῶνας ζῆθι μὴ ταρασσέτωσάν σε οἱ διαλογισμοί σου καὶ ἡ μορφή σου μὴ ἀλλοιούσθω
Hearing the outcry of the king and his nobles, the queen (note: Or queen mother) entered the banquet hall. “O king, may you live forever!” she said. “Do not let your thoughts terrify you, or your face grow pale.
ἔστιν ἀνὴρ ἐν τῇ βασιλείᾳ σου ἐν ᾧ πνεῦμα θεοῦ καὶ ἐν ταῖς ἡμέραις τοῦ πατρός σου γρηγόρησις καὶ σύνεσις εὑρέθη ἐν αὐτῷ καὶ ὁ βασιλεὺς Ναβουχοδονοσορ ὁ πατήρ σου ἄρχοντα ἐπαοιδῶν μάγων Χαλδαίων γαζαρηνῶν κατέστησεν αὐτόν
There is a man in your kingdom who has the spirit of the holy gods in him. In the days of your father he was found to have insight, intelligence, and wisdom like that of the gods. Your father, King Nebuchadnezzar, appointed him chief of the magicians, enchanters, astrologers, and diviners. Your own father, the king,
ὅτι πνεῦμα περισσὸν ἐν αὐτῷ καὶ φρόνησις καὶ σύνεσις συγκρίνων ἐνύπνια καὶ ἀναγγέλλων κρατούμενα καὶ λύων συνδέσμους Δανιηλ καὶ ὁ βασιλεὺς ἐπέθηκεν αὐτῷ ὄνομα Βαλτασαρ νῦν οὖν κληθήτω καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖ σοι
did this because Daniel, the one he named Belteshazzar, was found to have an extraordinary spirit, as well as knowledge, understanding, and the ability to interpret dreams, explain riddles, and solve difficult problems. Summon Daniel, therefore, and he will give you the interpretation.”
τότε Δανιηλ εἰσήχθη ἐνώπιον τοῦ βασιλέως καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιηλ σὺ εἶ Δανιηλ ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ιουδαίας ἧς ἤγαγεν ὁ βασιλεὺς ὁ πατήρ μου
So Daniel was brought before the king, who asked him, “Are you Daniel, one of the exiles my father the king brought from Judah?
ἤκουσα περὶ σοῦ ὅτι πνεῦμα θεοῦ ἐν σοί καὶ γρηγόρησις καὶ σύνεσις καὶ σοφία περισσὴ εὑρέθη ἐν σοί
I have heard that the spirit of the gods is in you, and that you have insight, intelligence, and extraordinary wisdom.
καὶ νῦν εἰσῆλθον ἐνώπιόν μου οἱ σοφοί μάγοι γαζαρηνοί ἵνα τὴν γραφὴν ταύτην ἀναγνῶσιν καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσωσίν μοι καὶ οὐκ ἠδυνήθησαν ἀναγγεῖλαί μοι
Now the wise men and enchanters were brought before me to read this inscription and interpret it for me, but they could not give its interpretation.
καὶ ἐγὼ ἤκουσα περὶ σοῦ ὅτι δύνασαι κρίματα συγκρῖναι νῦν οὖν ἐὰν δυνηθῇς τὴν γραφὴν ἀναγνῶναι καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσαι μοι πορφύραν ἐνδύσῃ καὶ ὁ μανιάκης ὁ χρυσοῦς ἔσται ἐπὶ τὸν τράχηλόν σου καὶ τρίτος ἐν τῇ βασιλείᾳ μου ἄρξεις
But I have heard about you, that you are able to give interpretations and solve difficult problems. Therefore, if you can read this inscription and give me its interpretation, you will be clothed in purple and have a gold chain placed around your neck, and you will be made the third highest ruler in the kingdom.”
τότε ἀπεκρίθη Δανιηλ καὶ εἶπεν ἐνώπιον τοῦ βασιλέως τὰ δόματά σου σοὶ ἔστω καὶ τὴν δωρεὰν τῆς οἰκίας σου ἑτέρῳ δός ἐγὼ δὲ τὴν γραφὴν ἀναγνώσομαι τῷ βασιλεῖ καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσω σοι
In response, Daniel said to the king, “You may keep your gifts for yourself and give your rewards to someone else. Nevertheless, I will read the inscription for the king and interpret it for him.
βασιλεῦ ὁ θεὸς ὁ ὕψιστος τὴν βασιλείαν καὶ τὴν μεγαλωσύνην καὶ τὴν τιμὴν καὶ τὴν δόξαν ἔδωκεν Ναβουχοδονοσορ τῷ πατρί σου
As for you, O king, the Most High God gave your father Nebuchadnezzar sovereignty and greatness, glory and honor.
καὶ ἀπὸ τῆς μεγαλωσύνης ἧς ἔδωκεν αὐτῷ πάντες οἱ λαοί φυλαί γλῶσσαι ἦσαν τρέμοντες καὶ φοβούμενοι ἀπὸ προσώπου αὐτοῦ οὓς ἠβούλετο αὐτὸς ἀνῄρει καὶ οὓς ἠβούλετο αὐτὸς ἔτυπτεν καὶ οὓς ἠβούλετο αὐτὸς ὕψου καὶ οὓς ἠβούλετο αὐτὸς ἐταπείνου
Because of the greatness that He bestowed on him, the people of every nation and language trembled in fear before him. He killed whom he wished and kept alive whom he wished; he exalted whom he wished and humbled whom he wished.
καὶ ὅτε ὑψώθη ἡ καρδία αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ ἐκραταιώθη τοῦ ὑπερηφανεύσασθαι κατηνέχθη ἀπὸ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ καὶ ἡ τιμὴ ἀφῃρέθη ἀπ᾿ αὐτοῦ
But when his heart became arrogant and his spirit was hardened with pride, he was deposed from his royal throne, and his glory was taken from him.
καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη καὶ ἡ καρδία αὐτοῦ μετὰ τῶν θηρίων ἐδόθη καὶ μετὰ ὀνάγρων ἡ κατοικία αὐτοῦ καὶ χόρτον ὡς βοῦν ἐψώμιζον αὐτόν καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη ἕως οὗ ἔγνω ὅτι κυριεύει ὁ θεὸς ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων καὶ ᾧ ἂν δόξῃ δώσει αὐτήν
He was driven away from mankind, and his mind was like that of a beast. He lived with the wild donkeys and ate grass like an ox, and his body was drenched with the dew of heaven until he acknowledged that the Most High God rules over the kingdom of mankind, setting over it whom He wishes.
καὶ σὺ ὁ υἱὸς αὐτοῦ Βαλτασαρ οὐκ ἐταπείνωσας τὴν καρδίαν σου κατενώπιον οὗ πάντα ταῦτα ἔγνως
But you his son (note: Or descendant or successor or grandson), O Belshazzar, have not humbled your heart, even though you knew all this.
καὶ ἐπὶ τὸν κύριον θεὸν τοῦ οὐρανοῦ ὑψώθης καὶ τὰ σκεύη τοῦ οἴκου αὐτοῦ ἤνεγκαν ἐνώπιόν σου καὶ σὺ καὶ οἱ μεγιστᾶνές σου καὶ αἱ παλλακαί σου καὶ αἱ παράκοιτοί σου οἶνον ἐπίνετε ἐν αὐτοῖς καὶ τοὺς θεοὺς τοὺς χρυσοῦς καὶ ἀργυροῦς καὶ χαλκοῦς καὶ σιδηροῦς καὶ ξυλίνους καὶ λιθίνους οἳ οὐ βλέπουσιν καὶ οὐκ ἀκούουσιν καὶ οὐ γινώσκουσιν ᾔνεσας καὶ τὸν θεόν οὗ ἡ πνοή σου ἐν χειρὶ αὐτοῦ καὶ πᾶσαι αἱ ὁδοί σου αὐτὸν οὐκ ἐδόξασας
Instead, you have exalted yourself against the Lord of heaven. The vessels from His house were brought to you, and as you drank wine from them with your nobles, wives, and concubines, you praised your gods of silver and gold, bronze and iron, wood and stone, which cannot see or hear or understand. But you have failed to glorify the God who holds in His hand your very breath and all your ways.
διὰ τοῦτο ἐκ προσώπου αὐτοῦ ἀπεστάλη ἀστράγαλος χειρὸς καὶ τὴν γραφὴν ταύτην ἐνέταξεν
Therefore He sent the hand that wrote the inscription.
καὶ αὕτη ἡ γραφὴ ἡ ἐντεταγμένη μανη θεκελ φαρες
Now this is the inscription that was written: MENE, MENE, TEKEL, PARSIN.
τοῦτο τὸ σύγκριμα τοῦ ῥήματος μανη ἐμέτρησεν ὁ θεὸς τὴν βασιλείαν σου καὶ ἐπλήρωσεν αὐτήν
And this is the interpretation of the message: MENE (note: Mene sounds like the Aramaic for numbered.) means that God has numbered the days of your reign and brought it to an end.
θεκελ ἐστάθη ἐν ζυγῷ καὶ εὑρέθη ὑστεροῦσα
TEKEL (note: Tekel sounds like the Aramaic for weighed.) means that you have been weighed on the scales and found deficient.
φαρες διῄρηται ἡ βασιλεία σου καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις
PERES (note: Peres (the singular of Parsin) sounds like the Aramaic for divided and for Persia.) means that your kingdom has been divided and given over to the Medes and Persians.”
καὶ εἶπεν Βαλτασαρ καὶ ἐνέδυσαν τὸν Δανιηλ πορφύραν καὶ τὸν μανιάκην τὸν χρυσοῦν περιέθηκαν περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἐκήρυξεν περὶ αὐτοῦ εἶναι αὐτὸν ἄρχοντα τρίτον ἐν τῇ βασιλείᾳ
Then Belshazzar gave the command, and they clothed Daniel in purple, placed a gold chain around his neck, and proclaimed him the third highest ruler in the kingdom.
ἐν αὐτῇ τῇ νυκτὶ ἀναιρέθη Βαλτασαρ ὁ βασιλεὺς ὁ Χαλδαίων
That very night Belshazzar king of the Chaldeans (note: That is, the Babylonians) was slain,