Skip to content

Parallel

Daniel (Theodotion) 6

Rahlfs Septuagint (1935) · Berean Standard Bible

6:1
καὶ Δαρεῖος ὁ Μῆδος παρέλαβεν τὴν βασιλείαν ὢν ἐτῶν ἑξήκοντα δύο
Now it pleased Darius to appoint 120 satraps to rule throughout the kingdom,
6:2
καὶ ἤρεσεν ἐνώπιον Δαρείου καὶ κατέστησεν ἐπὶ τῆς βασιλείας σατράπας ἑκατὸν εἴκοσι τοῦ εἶναι αὐτοὺς ἐν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ
and over them three administrators, including Daniel, to whom these satraps were accountable so that the king would not suffer loss.
6:3
καὶ ἐπάνω αὐτῶν τακτικοὺς τρεῖς ὧν ἦν Δανιηλ εἷς ἐξ αὐτῶν τοῦ ἀποδιδόναι αὐτοῖς τοὺς σατράπας λόγον ὅπως ὁ βασιλεὺς μὴ ἐνοχλῆται
Soon, by his extraordinary spirit, Daniel distinguished himself among the administrators and satraps. So the king planned to set him over the whole kingdom.
6:4
καὶ ἦν Δανιηλ ὑπὲρ αὐτούς ὅτι πνεῦμα περισσὸν ἐν αὐτῷ καὶ ὁ βασιλεὺς κατέστησεν αὐτὸν ἐφ᾿ ὅλης τῆς βασιλείας αὐτοῦ
Thus the administrators and satraps sought a charge against Daniel concerning the kingdom, but they could find no charge or corruption, because he was trustworthy, and no negligence or corruption was found in him.
6:5
καὶ οἱ τακτικοὶ καὶ οἱ σατράπαι ἐζήτουν πρόφασιν εὑρεῖν κατὰ Δανιηλ καὶ πᾶσαν πρόφασιν καὶ παράπτωμα καὶ ἀμβλάκημα οὐχ εὗρον κατ᾿ αὐτοῦ ὅτι πιστὸς ἦν
Finally these men said, “We will never find any charge against this Daniel unless we find something against him concerning the law of his God.”
6:6
καὶ εἶπον οἱ τακτικοί οὐχ εὑρήσομεν κατὰ Δανιηλ πρόφασιν εἰ μὴ ἐν νομίμοις θεοῦ αὐτοῦ
So the administrators and satraps went together to the king and said, “O King Darius, may you live forever!
6:7
τότε οἱ τακτικοὶ καὶ οἱ σατράπαι παρέστησαν τῷ βασιλεῖ καὶ εἶπαν αὐτῷ Δαρεῖε βασιλεῦ εἰς τοὺς αἰῶνας ζῆθι
All the royal administrators, prefects, satraps, advisers, and governors have agreed that the king should establish an ordinance and enforce a decree that for thirty days anyone who petitions any god or man except you, O king, will be thrown into the den of lions.
6:8
συνεβουλεύσαντο πάντες οἱ ἐπὶ τῆς βασιλείας σου στρατηγοὶ καὶ σατράπαι ὕπατοι καὶ τοπάρχαι τοῦ στῆσαι στάσει βασιλικῇ καὶ ἐνισχῦσαι ὁρισμόν ὅπως ὃς ἂν αἰτήσῃ αἴτημα παρὰ παντὸς θεοῦ καὶ ἀνθρώπου ἕως ἡμερῶν τριάκοντα ἀλλ᾿ ἢ παρὰ σοῦ βασιλεῦ ἐμβληθήσεται εἰς τὸν λάκκον τῶν λεόντων
Therefore, O king, establish the decree and sign the document so that it cannot be changed—in accordance with the law of the Medes and Persians, which cannot be repealed.”
6:9
νῦν οὖν βασιλεῦ στῆσον τὸν ὁρισμὸν καὶ ἔκθες γραφήν ὅπως μὴ ἀλλοιωθῇ τὸ δόγμα Μήδων καὶ Περσῶν
Therefore King Darius signed the written decree.
τότε ὁ βασιλεὺς Δαρεῖος ἐπέταξεν γραφῆναι τὸ δόγμα
Now when Daniel learned that the document had been signed, he went into his house, where the windows of his upper room opened toward Jerusalem, and three times a day he got down on his knees, prayed, and gave thanks to his God, just as he had done before.
καὶ Δανιηλ ἡνίκα ἔγνω ὅτι ἐνετάγη τὸ δόγμα εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ αἱ θυρίδες ἀνεῳγμέναι αὐτῷ ἐν τοῖς ὑπερῴοις αὐτοῦ κατέναντι Ιερουσαλημ καὶ καιροὺς τρεῖς τῆς ἡμέρας ἦν κάμπτων ἐπὶ τὰ γόνατα αὐτοῦ καὶ προσευχόμενος καὶ ἐξομολογούμενος ἐναντίον τοῦ θεοῦ αὐτοῦ καθὼς ἦν ποιῶν ἔμπροσθεν
Then these men went as a group and found Daniel petitioning and imploring his God.
τότε οἱ ἄνδρες ἐκεῖνοι παρετήρησαν καὶ εὗρον τὸν Δανιηλ ἀξιοῦντα καὶ δεόμενον τοῦ θεοῦ αὐτοῦ
So they approached the king and asked about his royal decree: “Did you not sign a decree that for thirty days any man who petitions any god or man except you, O king, will be thrown into the den of lions?” The king replied, “According to the law of the Medes and Persians the order stands, and it cannot be repealed.”
καὶ προσελθόντες λέγουσιν τῷ βασιλεῖ βασιλεῦ οὐχ ὁρισμὸν ἔταξας ὅπως πᾶς ἄνθρωπος ὃς ἂν αἰτήσῃ παρὰ παντὸς θεοῦ καὶ ἀνθρώπου αἴτημα ἕως ἡμερῶν τριάκοντα ἀλλ᾿ ἢ παρὰ σοῦ βασιλεῦ ἐμβληθήσεται εἰς τὸν λάκκον τῶν λεόντων καὶ εἶπεν ὁ βασιλεύς ἀληθινὸς ὁ λόγος καὶ τὸ δόγμα Μήδων καὶ Περσῶν οὐ παρελεύσεται
Then they told the king, “Daniel, one of the exiles from Judah, shows no regard for you, O king, or for the decree that you have signed. He still makes his petition three times a day.”
τότε ἀπεκρίθησαν καὶ λέγουσιν ἐνώπιον τοῦ βασιλέως Δανιηλ ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ιουδαίας οὐχ ὑπετάγη τῷ δόγματί σου περὶ τοῦ ὁρισμοῦ οὗ ἔταξας καὶ καιροὺς τρεῖς τῆς ἡμέρας αἰτεῖ παρὰ τοῦ θεοῦ αὐτοῦ τὰ αἰτήματα αὐτοῦ
As soon as the king heard this, he was deeply distressed and set his mind on delivering Daniel, and he labored until sundown to rescue him.
τότε ὁ βασιλεύς ὡς τὸ ῥῆμα ἤκουσεν πολὺ ἐλυπήθη ἐπ᾿ αὐτῷ καὶ περὶ τοῦ Δανιηλ ἠγωνίσατο τοῦ ἐξελέσθαι αὐτὸν καὶ ἕως ἑσπέρας ἦν ἀγωνιζόμενος τοῦ ἐξελέσθαι αὐτόν
Then the men approached the king together and said to him, “Remember, O king, that by the law of the Medes and Persians no decree or ordinance established by the king can be changed.”
τότε οἱ ἄνδρες ἐκεῖνοι λέγουσιν τῷ βασιλεῖ γνῶθι βασιλεῦ ὅτι δόγμα Μήδοις καὶ Πέρσαις τοῦ πᾶν ὁρισμὸν καὶ στάσιν ἣν ἂν ὁ βασιλεὺς στήσῃ οὐ δεῖ παραλλάξαι
So the king gave the order, and they brought Daniel and threw him into the den of lions. The king said to Daniel, “May your God, whom you serve continually, deliver you!”
τότε ὁ βασιλεὺς εἶπεν καὶ ἤγαγον τὸν Δανιηλ καὶ ἐνέβαλον αὐτὸν εἰς τὸν λάκκον τῶν λεόντων καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιηλ ὁ θεός σου ᾧ σὺ λατρεύεις ἐνδελεχῶς αὐτὸς ἐξελεῖταί σε
A stone was brought and placed over the mouth of the den, and the king sealed it with his own signet ring and with the rings of his nobles, so that nothing concerning Daniel could be changed.
καὶ ἤνεγκαν λίθον καὶ ἐπέθηκαν ἐπὶ τὸ στόμα τοῦ λάκκου καὶ ἐσφραγίσατο ὁ βασιλεὺς ἐν τῷ δακτυλίῳ αὐτοῦ καὶ ἐν τῷ δακτυλίῳ τῶν μεγιστάνων αὐτοῦ ὅπως μὴ ἀλλοιωθῇ πρᾶγμα ἐν τῷ Δανιηλ
Then the king went to his palace and spent the night fasting. No entertainment was brought before him, and sleep fled from him.
καὶ ἀπῆλθεν ὁ βασιλεὺς εἰς τὸν οἶκον αὐτοῦ καὶ ἐκοιμήθη ἄδειπνος καὶ ἐδέσματα οὐκ εἰσήνεγκαν αὐτῷ καὶ ὁ ὕπνος ἀπέστη ἀπ᾿ αὐτοῦ καὶ ἀπέκλεισεν ὁ θεὸς τὰ στόματα τῶν λεόντων καὶ οὐ παρηνώχλησαν τῷ Δανιηλ
At the first light of dawn, the king got up and hurried to the den of lions.
τότε ὁ βασιλεὺς ἀνέστη τὸ πρωὶ ἐν τῷ φωτὶ καὶ ἐν σπουδῇ ἦλθεν ἐπὶ τὸν λάκκον τῶν λεόντων
When he reached the den, he cried out in a voice of anguish, “O Daniel, servant of the living God, has your God, whom you serve continually, been able to deliver you from the lions?”
καὶ ἐν τῷ ἐγγίζειν αὐτὸν τῷ λάκκῳ ἐβόησεν φωνῇ ἰσχυρᾷ Δανιηλ ὁ δοῦλος τοῦ θεοῦ τοῦ ζῶντος ὁ θεός σου ᾧ σὺ λατρεύεις ἐνδελεχῶς εἰ ἠδυνήθη ἐξελέσθαι σε ἐκ στόματος τῶν λεόντων
Then Daniel replied, “O king, may you live forever!
καὶ εἶπεν Δανιηλ τῷ βασιλεῖ βασιλεῦ εἰς τοὺς αἰῶνας ζῆθι
My God sent His angel and shut the mouths of the lions. They have not hurt me, for I was found innocent in His sight, and I have done no wrong against you, O king.”
ὁ θεός μου ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ καὶ ἐνέφραξεν τὰ στόματα τῶν λεόντων καὶ οὐκ ἐλυμήναντό με ὅτι κατέναντι αὐτοῦ εὐθύτης ηὑρέθη μοι καὶ ἐνώπιον δὲ σοῦ βασιλεῦ παράπτωμα οὐκ ἐποίησα
The king was overjoyed and gave orders to lift Daniel out of the den, and when Daniel was lifted out of the den, no wounds whatsoever were found on him, because he had trusted in his God.
τότε ὁ βασιλεὺς πολὺ ἠγαθύνθη ἐπ᾿ αὐτῷ καὶ τὸν Δανιηλ εἶπεν ἀνενέγκαι ἐκ τοῦ λάκκου καὶ ἀνηνέχθη Δανιηλ ἐκ τοῦ λάκκου καὶ πᾶσα διαφθορὰ οὐχ εὑρέθη ἐν αὐτῷ ὅτι ἐπίστευσεν ἐν τῷ θεῷ αὐτοῦ
At the command of the king, the men who had falsely accused Daniel were brought and thrown into the den of lions—they and their children and wives. And before they had reached the bottom of the den, the lions overpowered them and crushed all their bones.
καὶ εἶπεν ὁ βασιλεύς καὶ ἠγάγοσαν τοὺς ἄνδρας τοὺς διαβαλόντας τὸν Δανιηλ καὶ εἰς τὸν λάκκον τῶν λεόντων ἐνεβλήθησαν αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ οὐκ ἔφθασαν εἰς τὸ ἔδαφος τοῦ λάκκου ἕως οὗ ἐκυρίευσαν αὐτῶν οἱ λέοντες καὶ πάντα τὰ ὀστᾶ αὐτῶν ἐλέπτυναν
Then King Darius wrote to the people of every nation and language throughout the land: “May your prosperity abound.
τότε Δαρεῖος ὁ βασιλεὺς ἔγραψεν πᾶσι τοῖς λαοῖς φυλαῖς γλώσσαις τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ εἰρήνη ὑμῖν πληθυνθείη
I hereby decree that in every part of my kingdom, men are to tremble in fear before the God of Daniel: For He is the living God, and He endures forever; His kingdom will never be destroyed, and His dominion will never end.
ἐκ προσώπου μου ἐτέθη δόγμα τοῦ ἐν πάσῃ ἀρχῇ τῆς βασιλείας μου εἶναι τρέμοντας καὶ φοβουμένους ἀπὸ προσώπου τοῦ θεοῦ Δανιηλ ὅτι αὐτός ἐστιν θεὸς ζῶν καὶ μένων εἰς τοὺς αἰῶνας καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται καὶ ἡ κυριεία αὐτοῦ ἕως τέλους
He delivers and rescues; He performs signs and wonders in the heavens and on the earth, for He has rescued Daniel from the power of the lions.”
ἀντιλαμβάνεται καὶ ῥύεται καὶ ποιεῖ σημεῖα καὶ τέρατα ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς ὅστις ἐξείλατο τὸν Δανιηλ ἐκ χειρὸς τῶν λεόντων
So Daniel prospered during the reign of Darius and the reign of Cyrus (note: Or prospered during the reign of Darius, that is, the reign of Cyrus) the Persian.
καὶ Δανιηλ κατεύθυνεν ἐν τῇ βασιλείᾳ Δαρείου καὶ ἐν τῇ βασιλείᾳ Κύρου τοῦ Πέρσου