Parallel
Daniel (Theodotion) 10
Rahlfs Septuagint (1935) · Berean Standard Bible
ἐν ἔτει τρίτῳ Κύρου βασιλέως Περσῶν λόγος ἀπεκαλύφθη τῷ Δανιηλ οὗ τὸ ὄνομα ἐπεκλήθη Βαλτασαρ καὶ ἀληθινὸς ὁ λόγος καὶ δύναμις μεγάλη καὶ σύνεσις ἐδόθη αὐτῷ ἐν τῇ ὀπτασίᾳ
In the third year of Cyrus king of Persia, a message was revealed to Daniel, who was called Belteshazzar. The message was true, and it concerned a great conflict (note: Or true and greatly burdensome). And the understanding of the message was given to him in a vision.
ἐν ταῖς ἡμέραις ἐκείναις ἐγὼ Δανιηλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας ἡμερῶν
In those days I, Daniel, was mourning for three full weeks.
ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου καὶ ἄλειμμα οὐκ ἠλειψάμην ἕως πληρώσεως τριῶν ἑβδομάδων ἡμερῶν
I ate no rich food, no meat or wine entered my mouth, and I did not anoint myself with oil until the three weeks were completed.
ἐν ἡμέρᾳ εἰκοστῇ καὶ τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου καὶ ἐγὼ ἤμην ἐχόμενα τοῦ ποταμοῦ τοῦ μεγάλου αὐτός ἐστιν Εδδεκελ
On the twenty-fourth day of the first month, as I was standing on the bank of the great river, the Tigris,
καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἀνὴρ εἷς ἐνδεδυμένος βαδδιν καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη ἐν χρυσίῳ Ωφαζ
I lifted up my eyes, and behold, there was a certain man dressed in linen, with a belt of fine gold from Uphaz around his waist.
καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ θαρσις καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡς ὅρασις χαλκοῦ στίλβοντος καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου
His body was like beryl, his face like the brilliance of lightning, his eyes like flaming torches, his arms and legs like the gleam of polished bronze, and his voice like the sound of a multitude.
καὶ εἶδον ἐγὼ Δανιηλ μόνος τὴν ὀπτασίαν καὶ οἱ ἄνδρες οἱ μετ᾿ ἐμοῦ οὐκ εἶδον τὴν ὀπτασίαν ἀλλ᾿ ἢ ἔκστασις μεγάλη ἐπέπεσεν ἐπ᾿ αὐτούς καὶ ἔφυγον ἐν φόβῳ
Only I, Daniel, saw the vision; the men with me did not see it, but a great terror fell upon them, and they ran and hid themselves.
καὶ ἐγὼ ὑπελείφθην μόνος καὶ εἶδον τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχύς καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν καὶ οὐκ ἐκράτησα ἰσχύος
So I was left alone, gazing at this great vision. No strength remained in me; my face grew deathly pale, and I was powerless.
καὶ ἤκουσα τὴν φωνὴν τῶν λόγων αὐτοῦ καὶ ἐν τῷ ἀκοῦσαί με αὐτοῦ ἤμην κατανενυγμένος καὶ τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν
I heard the sound of his words, and as I listened, I fell into a deep sleep, with my face to the ground.
καὶ ἰδοὺ χεὶρ ἁπτομένη μου καὶ ἤγειρέν με ἐπὶ τὰ γόνατά μου
Suddenly, a hand touched me and set me trembling on my hands and knees.
καὶ εἶπεν πρός με Δανιηλ ἀνὴρ ἐπιθυμιῶν σύνες ἐν τοῖς λόγοις οἷς ἐγὼ λαλῶ πρὸς σέ καὶ στῆθι ἐπὶ τῇ στάσει σου ὅτι νῦν ἀπεστάλην πρὸς σέ καὶ ἐν τῷ λαλῆσαι αὐτὸν πρός με τὸν λόγον τοῦτον ἀνέστην ἔντρομος
He said to me, “Daniel, you are a man who is highly precious. Consider carefully the words that I am about to say to you. Stand up, for I have now been sent to you.” And when he had said this to me, I stood up trembling.
καὶ εἶπεν πρός με μὴ φοβοῦ Δανιηλ ὅτι ἀπὸ τῆς πρώτης ἡμέρας ἧς ἔδωκας τὴν καρδίαν σου τοῦ συνιέναι καὶ κακωθῆναι ἐναντίον τοῦ θεοῦ σου ἠκούσθησαν οἱ λόγοι σου καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου
“Do not be afraid, Daniel,” he said, “for from the first day that you purposed to understand and to humble yourself before your God, your words were heard, and I have come in response to them.
καὶ ὁ ἄρχων βασιλείας Περσῶν εἱστήκει ἐξ ἐναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν καὶ ἰδοὺ Μιχαηλ εἷς τῶν ἀρχόντων τῶν πρώτων ἦλθεν βοηθῆσαί μοι καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλείας Περσῶν
However, the prince of the kingdom of Persia opposed me for twenty-one days. Then Michael, one of the chief princes, came to help me, for I had been left there with the kings of Persia.
καὶ ἦλθον συνετίσαι σε ὅσα ἀπαντήσεται τῷ λαῷ σου ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν ὅτι ἔτι ἡ ὅρασις εἰς ἡμέρας
Now I have come to explain to you what will happen to your people in the latter days, for the vision concerns those days.”
καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ᾿ ἐμοῦ κατὰ τοὺς λόγους τούτους ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν καὶ κατενύγην
While he was speaking these words to me, I set my face toward the ground and became speechless.
καὶ ἰδοὺ ὡς ὁμοίωσις υἱοῦ ἀνθρώπου ἥψατο τῶν χειλέων μου καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα καὶ εἶπα πρὸς τὸν ἑστῶτα ἐναντίον ἐμοῦ κύριε ἐν τῇ ὀπτασίᾳ σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοί καὶ οὐκ ἔσχον ἰσχύν
And suddenly one with the likeness of a man (note: Most MT manuscripts; literally with the likeness of sons of man; DSS, LXX, and one MT manuscript with the likeness of the hand of a man) touched my lips, and I opened my mouth and said to the one standing before me, “My lord, because of the vision, I am overcome with anguish, and I have no strength.
καὶ πῶς δυνήσεται ὁ παῖς σου κύριε λαλῆσαι μετὰ τοῦ κυρίου μου τούτου καὶ ἐγὼ ἀπὸ τοῦ νῦν οὐ στήσεται ἐν ἐμοὶ ἰσχύς καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί
How can I, your servant, speak with you, my lord? Now I have no strength, nor is any breath left in me.”
καὶ προσέθετο καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου καὶ ἐνίσχυσέν με
Again the one with the likeness of a man touched me and strengthened me.
καὶ εἶπέν μοι μὴ φοβοῦ ἀνὴρ ἐπιθυμιῶν εἰρήνη σοι ἀνδρίζου καὶ ἴσχυε καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ᾿ ἐμοῦ ἴσχυσα καὶ εἶπα λαλείτω ὁ κύριός μου ὅτι ἐνίσχυσάς με
“Do not be afraid, you who are highly precious,” he said. “Peace be with you! Be strong now; be very strong!” As he spoke with me, I was strengthened and said, “Speak, my lord, for you have strengthened me.”
καὶ εἶπεν εἰ οἶδας ἵνα τί ἦλθον πρὸς σέ καὶ νῦν ἐπιστρέψω τοῦ πολεμῆσαι μετὰ ἄρχοντος Περσῶν καὶ ἐγὼ ἐξεπορευόμην καὶ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο
“Do you know why I have come to you?” he said. “I must return at once to fight against the prince of Persia, and when I have gone forth, behold, the prince of Greece (note: Hebrew of Javan) will come.
ἀλλ᾿ ἢ ἀναγγελῶ σοι τὸ ἐντεταγμένον ἐν γραφῇ ἀληθείας καὶ οὐκ ἔστιν εἷς ἀντεχόμενος μετ᾿ ἐμοῦ περὶ τούτων ἀλλ᾿ ἢ Μιχαηλ ὁ ἄρχων ὑμῶν
But first I will tell you what is inscribed in the Book of Truth. Yet no one has the courage to support me against these, except Michael your prince.