Parallel
Daniel (Theodotion) 9
Rahlfs Septuagint (1935) · Berean Standard Bible
ἐν τῷ πρώτῳ ἔτει Δαρείου τοῦ υἱοῦ Ασουηρου ἀπὸ τοῦ σπέρματος τῶν Μήδων ὃς ἐβασίλευσεν ἐπὶ βασιλείαν Χαλδαίων
In the first year of Darius son of Xerxes (note: Hebrew Ahasuerus), a Mede by descent, who was made ruler over the kingdom of the Chaldeans (note: That is, the Babylonians)—
ἐν ἔτει ἑνὶ τῆς βασιλείας αὐτοῦ ἐγὼ Δανιηλ συνῆκα ἐν ταῖς βύβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν ὃς ἐγενήθη λόγος κυρίου πρὸς Ιερεμιαν τὸν προφήτην εἰς συμπλήρωσιν ἐρημώσεως Ιερουσαλημ ἑβδομήκοντα ἔτη
in the first year of his reign, I, Daniel, understood from the sacred books, according to the word of the LORD to Jeremiah the prophet, that the desolation of Jerusalem would last seventy years (note: See Jeremiah 25:11–12 and Jeremiah 29:10.).
καὶ ἔδωκα τὸ πρόσωπόν μου πρὸς κύριον τὸν θεὸν τοῦ ἐκζητῆσαι προσευχὴν καὶ δεήσεις ἐν νηστείαις καὶ σάκκῳ καὶ σποδῷ
So I turned my attention to the Lord God to seek Him by prayer and petition, with fasting, sackcloth, and ashes.
καὶ προσηυξάμην πρὸς κύριον τὸν θεόν μου καὶ ἐξωμολογησάμην καὶ εἶπα κύριε ὁ θεὸς ὁ μέγας καὶ θαυμαστὸς ὁ φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεος τοῖς ἀγαπῶσίν σε καὶ τοῖς φυλάσσουσιν τὰς ἐντολάς σου
And I prayed to the LORD my God and confessed, “O, Lord, the great and awesome God, who keeps His covenant of loving devotion (note: Forms of the Hebrew chesed are translated here and in most cases throughout the Scriptures as loving devotion; the range of meaning includes love, goodness, kindness, faithfulness, and mercy, as well as loyalty to a covenant.) to those who love Him and keep His commandments,
ἡμάρτομεν ἠδικήσαμεν ἠνομήσαμεν καὶ ἀπέστημεν καὶ ἐξεκλίναμεν ἀπὸ τῶν ἐντολῶν σου καὶ ἀπὸ τῶν κριμάτων σου
we have sinned and done wrong. We have acted wickedly and rebelled. We have turned away from Your commandments and ordinances.
καὶ οὐκ εἰσηκούσαμεν τῶν δούλων σου τῶν προφητῶν οἳ ἐλάλουν ἐν τῷ ὀνόματί σου πρὸς τοὺς βασιλεῖς ἡμῶν καὶ ἄρχοντας ἡμῶν καὶ πατέρας ἡμῶν καὶ πρὸς πάντα τὸν λαὸν τῆς γῆς
We have not listened to Your servants the prophets, who spoke in Your name to our kings, leaders, fathers, and all the people of the land.
σοί κύριε ἡ δικαιοσύνη καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου ὡς ἡ ἡμέρα αὕτη ἀνδρὶ Ιουδα καὶ τοῖς ἐνοικοῦσιν ἐν Ιερουσαλημ καὶ παντὶ Ισραηλ τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν ἐν πάσῃ τῇ γῇ οὗ διέσπειρας αὐτοὺς ἐκεῖ ἐν ἀθεσίᾳ αὐτῶν ᾗ ἠθέτησαν ἐν σοί
To You, O Lord, belongs righteousness, but this day we are covered with shame—the men of Judah, the people of Jerusalem, and all Israel near and far, in all the countries to which You have driven us because of our unfaithfulness to You.
κύριε ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου καὶ τοῖς βασιλεῦσιν ἡμῶν καὶ τοῖς ἄρχουσιν ἡμῶν καὶ τοῖς πατράσιν ἡμῶν οἵτινες ἡμάρτομέν σοι
O LORD, we are covered with shame—our kings, our leaders, and our fathers—because we have sinned against You.
τῷ κυρίῳ θεῷ ἡμῶν οἱ οἰκτιρμοὶ καὶ οἱ ἱλασμοί ὅτι ἀπέστημεν
To the Lord our God belong compassion and forgiveness, even though we have rebelled against Him
καὶ οὐκ εἰσηκούσαμεν τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν πορεύεσθαι ἐν τοῖς νόμοις αὐτοῦ οἷς ἔδωκεν κατὰ πρόσωπον ἡμῶν ἐν χερσὶν τῶν δούλων αὐτοῦ τῶν προφητῶν
and have not obeyed the voice of the LORD our God to walk in His laws, which He set before us through His servants the prophets.
καὶ πᾶς Ισραηλ παρέβησαν τὸν νόμον σου καὶ ἐξέκλιναν τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς σου καὶ ἐπῆλθεν ἐφ᾿ ἡμᾶς ἡ κατάρα καὶ ὁ ὅρκος ὁ γεγραμμένος ἐν νόμῳ Μωυσέως δούλου τοῦ θεοῦ ὅτι ἡμάρτομεν αὐτῷ
All Israel has transgressed Your law and turned away, refusing to obey Your voice; so the oath and the curse written in the Law of Moses the servant of God has been poured out on us, because we have sinned against You.
καὶ ἔστησεν τοὺς λόγους αὐτοῦ οὓς ἐλάλησεν ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τοὺς κριτὰς ἡμῶν οἳ ἔκρινον ἡμᾶς ἐπαγαγεῖν ἐφ᾿ ἡμᾶς κακὰ μεγάλα οἷα οὐ γέγονεν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ κατὰ τὰ γενόμενα ἐν Ιερουσαλημ
You have carried out the words spoken against us and against our rulers by bringing upon us a great disaster. For under all of heaven, nothing has ever been done like what has been done to Jerusalem.
καθὼς γέγραπται ἐν τῷ νόμῳ Μωυσῆ πάντα τὰ κακὰ ταῦτα ἦλθεν ἐφ᾿ ἡμᾶς καὶ οὐκ ἐδεήθημεν τοῦ προσώπου κυρίου τοῦ θεοῦ ἡμῶν ἀποστρέψαι ἀπὸ τῶν ἀδικιῶν ἡμῶν καὶ τοῦ συνιέναι ἐν πάσῃ ἀληθείᾳ σου
Just as it is written in the Law of Moses, all this disaster has come upon us, yet we have not sought the favor of the LORD our God by turning from our iniquities and giving attention to Your truth.
καὶ ἐγρηγόρησεν κύριος καὶ ἐπήγαγεν αὐτὰ ἐφ᾿ ἡμᾶς ὅτι δίκαιος κύριος ὁ θεὸς ἡμῶν ἐπὶ πᾶσαν τὴν ποίησιν αὐτοῦ ἣν ἐποίησεν καὶ οὐκ εἰσηκούσαμεν τῆς φωνῆς αὐτοῦ
Therefore the LORD has kept the calamity in store and brought it upon us. For the LORD our God is righteous in all He does; yet we have not obeyed His voice.
καὶ νῦν κύριε ὁ θεὸς ἡμῶν ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη ἡμάρτομεν ἠνομήσαμεν
Now, O Lord our God, who brought Your people out of the land of Egypt with a mighty hand, and who made for Yourself a name renowned to this day, we have sinned; we have acted wickedly.
κύριε ἐν πάσῃ ἐλεημοσύνῃ σου ἀποστραφήτω δὴ ὁ θυμός σου καὶ ἡ ὀργή σου ἀπὸ τῆς πόλεώς σου Ιερουσαλημ ὄρους ἁγίου σου ὅτι ἡμάρτομεν καὶ ἐν ταῖς ἀδικίαις ἡμῶν καὶ τῶν πατέρων ἡμῶν Ιερουσαλημ καὶ ὁ λαός σου εἰς ὀνειδισμὸν ἐγένετο ἐν πᾶσιν τοῖς περικύκλῳ ἡμῶν
O Lord, in keeping with all Your righteous acts, I pray that Your anger and wrath may turn away from Your city Jerusalem, Your holy mountain; for because of our sins and the iniquities of our fathers, Jerusalem and Your people are a reproach to all around us.
καὶ νῦν εἰσάκουσον κύριε ὁ θεὸς ἡμῶν τῆς προσευχῆς τοῦ δούλου σου καὶ τῶν δεήσεων αὐτοῦ καὶ ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸ ἁγίασμά σου τὸ ἔρημον ἕνεκέν σου κύριε
So now, our God, hear the prayers and petitions of Your servant. For Your sake, O Lord, cause Your face to shine upon Your desolate sanctuary.
κλῖνον ὁ θεός μου τὸ οὖς σου καὶ ἄκουσον ἄνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ τὸν ἀφανισμὸν ἡμῶν καὶ τῆς πόλεώς σου ἐφ᾿ ἧς ἐπικέκληται τὸ ὄνομά σου ἐπ᾿ αὐτῆς ὅτι οὐκ ἐπὶ ταῖς δικαιοσύναις ἡμῶν ἡμεῖς ῥιπτοῦμεν τὸν οἰκτιρμὸν ἡμῶν ἐνώπιόν σου ἀλλ᾿ ἐπὶ τοὺς οἰκτιρμούς σου τοὺς πολλούς
Incline Your ear, O my God, and hear; open Your eyes and see the desolation of the city that bears Your name. For we are not presenting our petitions before You because of our righteous acts, but because of Your great compassion.
κύριε εἰσάκουσον κύριε ἱλάσθητι κύριε πρόσχες καὶ ποίησον μὴ χρονίσῃς ἕνεκέν σου ὁ θεός μου ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὴν πόλιν σου καὶ ἐπὶ τὸν λαόν σου
O Lord, listen! O Lord, forgive! O Lord, hear and act! For Your sake, O my God, do not delay, because Your city and Your people bear Your name.”
καὶ ἔτι ἐμοῦ λαλοῦντος καὶ προσευχομένου καὶ ἐξαγορεύοντος τὰς ἁμαρτίας μου καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ μου Ισραηλ καὶ ῥιπτοῦντος τὸν ἔλεόν μου ἐναντίον κυρίου τοῦ θεοῦ μου περὶ τοῦ ὄρους τοῦ ἁγίου τοῦ θεοῦ μου
While I was speaking, praying, confessing my sin and that of my people Israel, and presenting my petition before the LORD my God concerning His holy mountain—
καὶ ἔτι ἐμοῦ λαλοῦντος ἐν τῇ προσευχῇ καὶ ἰδοὺ ὁ ἀνὴρ Γαβριηλ ὃν εἶδον ἐν τῇ ὁράσει ἐν τῇ ἀρχῇ πετόμενος καὶ ἥψατό μου ὡσεὶ ὥραν θυσίας ἑσπερινῆς
while I was still praying, Gabriel, the man I had seen in the earlier vision, came to me in swift flight about the time of the evening sacrifice.
καὶ συνέτισέν με καὶ ἐλάλησεν μετ᾿ ἐμοῦ καὶ εἶπεν Δανιηλ νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν
He instructed me and spoke with me, saying: “O Daniel, I have come now to give you insight and understanding.
ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν λόγος καὶ ἐγὼ ἦλθον τοῦ ἀναγγεῖλαί σοι ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἶ καὶ ἐννοήθητι ἐν τῷ ῥήματι καὶ σύνες ἐν τῇ ὀπτασίᾳ
At the beginning of your petitions, an answer went out, and I have come to tell you, for you are highly precious. So consider the message and understand the vision:
ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου τοῦ συντελεσθῆναι ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίας καὶ ἀπαλεῖψαι τὰς ἀνομίας καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων
Seventy weeks (note: Or Seventy sevens; also twice in verse 25 and once in verse 26) are decreed for your people and your holy city to stop their transgression, to put an end to sin, to make atonement for iniquity, to bring in everlasting righteousness, to seal up vision and prophecy, and to anoint the Most Holy Place.
καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ιερουσαλημ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ τεῖχος καὶ ἐκκενωθήσονται οἱ καιροί
Know and understand this: From the issuance of the decree to restore and rebuild Jerusalem until the Messiah (note: Or the Anointed One; also in verse 26), the Prince, there will be seven weeks and sixty-two weeks. It will be rebuilt with streets and a trench, but in times of distress.
καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑξήκοντα δύο ἐξολεθρευθήσεται χρῖσμα καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ καὶ ἐκκοπήσονται ἐν κατακλυσμῷ καὶ ἕως τέλους πολέμου συντετμημένου τάξει ἀφανισμοῖς
Then after the sixty-two weeks (note: Hebrew Then after sixty-two sevens) the Messiah will be cut off and will have nothing. Then the people of the prince who is to come will destroy the city and the sanctuary. The end will come like a flood, and until the end there will be war; desolations have been decreed.
καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεταί μου θυσία καὶ σπονδή καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν
And he will confirm a covenant with many for one week (note: Or for one seven; similarly again in this verse), but in the middle of the week he will put an end to sacrifice and offering. And on the wing of the temple will come the abomination that causes desolation (note: Literally And on the wing (will come) the abomination that causes desolation, or And on the wing of abominations (will come) one who causes desolation,), until the decreed destruction is poured out upon him.”