Skip to content

Parallel

Baruch 4

Swete's Septuagint · Berean Standard Bible

4:1
Αὕτη ἡ βίβλος τῶν προσταγμάτων τοῦ θεοῦ, καὶ ὁ νόμος ὁ ὑπάρχααον εἰς τὸν αἰώνα· πάντες οἵ κρατοῦντες αὐτὴν, εἰς ζωήν· οἱ δὲ καταλείποντες αὐτὴν ἀποθανοῦνται.
4:2
ἐπιστρέφου, Ἰακώβ, καὶ ἐπιλαβοῦ αὐτῆς, διόδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς αὐτῆς.
4:3
μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου, καὶ τὰ συμφέροντά σοι ἔθνει ἀλλοτρίῳ.
4:4
μακάριοί ἐσμεν, Ἰσραήλ, ὅτι τὰ ἀρεστὰ τοῦ θεοῦ ἡμῖν γνωστά ἐστιν.
4:5
Ραρσεῖτε, λαός μου, μνημόσυνον Ἰσραήλ.
4:6
ἐπράθητε τοῖς ἔθνεσιν οὐκ εἰς ἀπώλειαν, διὰ δὲ τὸ παροργίσαι ὑμᾶς τὸν θεόν, παρεδόθητε τοῖς ὑπεναντίοις.
4:7
παροξύνατε γὰρ τὸν ποιήσαντα ὑμᾶς θύσαντες δαιμονίοις καὶ οὐ θεῷ·
4:8
ἐπελάθεοθκ ¹τὸν τροφεύσαντα ὑμᾶς θεὸν αἰώνιον, ἐλυπήσατε δὴ καὶ τὴν ἐκθρέψασαν ὑμᾶς Ἰερουσαλήμ.
4:9
ἴδεν γὰρ τὴν ἐπελθοῦσαν ὑμῖν ὀργὴν παρὰ τοῦ θεοῦ, καὶ εἶπεν Ἀκούσατε, αἱ πάροικοι Σειών, ἐπήγαγέν μοι ὁ θεὸς πένθος μέγα.
ἴδον γὰρ τὴν αἰχμαλωσίαν τῶν υἱῶν μου καὶ τῶν θυγατέρων, ἦν ἐπήγαγεν αὐτοῖς ὁ αἰώνιος.
ἔθρεψα γὰρ αὐτοὺς μετ᾿ εὐφροσύνης, ἐξαπέστειλα δἐ μετὰ κλαυθμοῦ καὶ πένθους.
μηδεὶς ἐπιχαιρέτω μοι τῇ χήρε καὶ καταλειφθείσῃ ὑπὸ πολλῶν· ἠρημώθην διὰ τὰς ἁμαρτίας τῶν τέκνων μου, διότι ἐξέκλιναν ἐκ νόμου θεοῦ
καὶ δικαιώματα αὐτοῦ οὐκ ἔγνωσαν, οὐδὲ ἐπορεύθησαν ὁδοῖς ἐντολῶν θεοῦ, οὐδὲ τρίβους παιδίας ἐν δικαιοσύνῃ αὐτοῦ ἐπέβησαν.
ἐλθάτωσαν αἱ πάροικοι Σειών, καὶ μνήσθητε τὴν αἰχμαλωσίαν τῶν υἱῶν μου καὶ θυγατέραον, ἣν ἐπήγαγεν αὐτοῖς ὁ αἰώνιος.
ἐπήγαγεν γὰρ ἐπʼ αὐτοὺς ἔθνος μακρόθεν, ἔθνος ἀναιδές καὶ ἀλλόγλωσσον· ὅτι οὐκ ἠσχύνθησαν πρεσβύτην οὐδὲ παιδίον ἠλέησαν,
καὶ ἀπήγαγον τοὺς ἀγαπητοὺς τῆς χήρας, καὶ ἀπὸ τῶν θυγατέρων τὴν μόνην ἠρήμωσαν.
ἐγὼ δὲ τί δυνατὴ βοηθῆσαι ὑμῖν;
ὁ γὰρ ἐπαγαγὼν τὰ κακὰ ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἐχθρῶν ὑμῶν.
βαδίζετε, τέκνα, βαδίζετε, ἐγὼ γὰρ κατελείφθην ἔρημος.
ἐξεδυσάμην τὴν στολὴν τῆς εἰρήνης, ἐνεδυσάμην δὲ σάκκον τῆς δεήσεως μου· κεκράξομαι πρὸς τὸν αἰώνιον ἐν ταῖς ἡμέραις μου.
Ραρρεῖτε, τέκνα, βοήσατε πρὸς τὸν θεόν, καὶ ἐξελεῖται ὑμᾶς ἐκ δυναστείας, ἐκ χειρὸς ἐχθρῶν.
ἐγὼ γὰρ ἥλπισα ἐπὶ τῷ αἰωνίῳ τὴν σωτηρίαν ὑμῶν, καὶ ἔλθέν μοι χαρὰ παρὰ τοῦ ἁγίου ἐπὶ τῇ ἐλεημοσύνῃ, ἡ ἤξει ὑμῖν ἐν τάχει παρὰ τοῦ αἰωνίου σωτῆρος ὑμῶν.
ἐξέπεμψα γὰρ ὑμᾶς μετὰ πένθους καὶ κλαυθμοῦ, ἀποδώσει δέ μοι ὁ θεὸς ὑμᾶς μετά χαρμοσύνης καὶ εὐφροσύνης εἰς τὸν αἰῶνα.
ἅσπερ γὰρ νῦν ἑωράκασιν αἱ πάροικοι Σειὼν τὴν ὑμετέραν αἰχμαλωσίαν, οὕτως ὄψονται ἐν τάχει τὴν παρὰ τοῦ θεοῦ ὑμῶν σωτηρίαν, ἡ ἐπελεύσεται ὑμῖν μετὰ δόξης μεγάλης καὶ λαμπρότητος τοῦ αἰωνίου.
τέκνα, μακροθυμήσατε τὴν παρὰ τοῦ θεοῦ ἐπελθοῦσαν ὑμῖν ὀργήν· κατεδίωξέν σε ὁ ἐχθρός, καὶ ὄψει αὐτοῦ τὴν ἀπώλειαν ἐν τάχει, καὶ ἐπὶ τραχήλους αὐτῶν ἐπιβήσῃ.
οἱ τρυφεροί μου ἐπορεύθησαν ὁδοὺς τραχείας, ρθησαν ὡς ποίμνιον ἡρπασμένον ὑπὸ ἐχθρῶν.
Θαρρήσατε, τέκνα, καὶ βοήσατε πρὸς τὸν θεόν, ἔσται γὰρ ὑμῶν ὑπὸ τοῦ ἐπάγοντος μνεία.
ώσπερ γὰρ ἐγένετο ἡ διάνοια ὑμῶν εἰς τὸ πλανηθῆναι ἀπὸ τοῦ θεοῦ, δεκαπλασιάσατε ἐπιστραφέντες ζητῆσαι αὐτόν.
ὁ γὰρ ἐπαγαγὼν ὑμῖν τὰ κακὰ ἐπάξει ὑμῖν τὴν αἰώνιον εὐφροσύνην μετὰ τῆς σωτηρίας ὑμῶν.
Θάρσει, Ἰερουσαλήμ, παρακαλέσει σε ὁ ὀνομάσας σε.
δείλαιοι οἱ σέ κακώσαντες καὶ ἐπιχαρέντες τῇ σῇ πτώσει,
δείλαιαι αἱ πόλεις αἷς ἐδούλευσαν τὰ τέκνα σου, δειλαία ἡ δεξαμένη τοὺς υἱούς σου.
ὥσπερ γὰρ ἐχάρη ἐπὶ τῇ σῇ πτώσει καὶ εὐφράνθη ἐπὶ τῷ πτώματί σου, οὕτως λυπηθήσεται ἐπὶ τῇ ἑαυτῆς ἐρημίᾳ.
καὶ περιελῶ αὐτῆς τὸ ἀγαλλίαμα τῆς πολυοχλίας, καὶ τὸ ἀγαυρίαμα αὐτῆς εἰς πένθος.
πῦρ γάρ ἐπελεύσεται αὐτῇ παρά τοῦ αἰωνίου εἰς ἡμέρας μακράς. καὶ κατοικηθήσεται ὑπὸ δαιμονίων τὸν πλείονα χρόνον.
περίβλεψαι πρὸς ἀνατολάς, Ἰερουσαλήμ, καὶ ἴδε τὴν εὐφροσύνην τὴν παρά τοῦ θεοῦ σοι ἐρχομίνην.
ἰδοὺ ἔρχονται οἱ υἱοί σου οὓς ἐξαπέστειλας, ἔρχονται συνηγμένοι ἀπʼ ἀνατολῶν ἕως δυσμῶν τῷ όήματι τοῦ ἁγίου. χαίροντες τῇ τοῦ θεοῦ δόξῃ.