Skip to content

Parallel

Baruch 5

Swete's Septuagint · Berean Standard Bible

5:1
Ἔκδυσαι, Ἰερουσαλήμ, τὴν στολὴν τοῦ πένθους καὶ τῆς κακώσεως σου, καὶ ἔνδυσαι τὴν εὐπρέπειαν τῆς παρά τοῦ θεοῦ δόξης εἰς τὸν αἰῶνα.
5:2
περιβαλοῦ τὴν διπλοίδα τῆς παρά τοῦ θεοῦ δικαιοσύνης, ἐπίθου τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν σου τῆς δόξης τοῦ αἰωνίου.
5:3
ὁ γὰρ θεὸς δείξει τῇ ὑπʼ οὐρανὸν πάσῃ τὴν σὴν λαμπρότητα.
5:4
κληθήσεται γάρ σου τὸ ὄνομα παρὰ τοῦ θεοῦ εἰς τὸν αἰῶνα, εἰρήνη δικαιοσύνης καὶ δόξα θεοσεβίας.
5:5
ἀνάστηθι, Ἰερουσαλήμ, καὶ στῆθι ἐπὶ τοῦ ὑψηλοῦ, καὶ περίβλεψαι πρὸς ἀνατολὰς καὶ ἴδε σου συνηγμένα τὰ τέκνα ἀπὸ ἡλίου δυσμῶν ἕως ἀνατολῶν τῷ όήματι τοῦ ἁγίου, χαίροντας τῇ τοῦ θεοῦ μνείᾳ.
5:6
ἐξῆλθον γὰρ παρὰ σοῦ πεζοὶ ἀγόμενοι ὑπὸ ἐχθρῶν, εἰσάγει δὲ αὐτοὺς ὁ θεὸς πρὸς σέ αἰρομένους μετὰ δόξης ὡς θρόνον βασιλείας.
5:7
συνέταξεν γὰρ ὁ θεὸς ταπεινοῦσθαι πᾶν ὄρος ὑψηλόν, καὶ θῖνας ἀενάους καὶ φάραγγας πληροῦσθαι εἰς ὁμαλισμὸν τῆς γῆς· ἴνα βαδίσῃ Ἰσραὴλ ἀσφαλῶς τῆ τοῦ θεοῦ δόξῃ.
5:8
ἐσκίασαν δέ καὶ οἱ δρυμοὶ καὶ πᾶν ξύλον εὐωδίας τῷ Ἰσραὴλ προστάγματι τοῦ θεοῦ.
5:9
ἡγήσεται γὰρ ὁ θεὸς Ἰσραὴλ μετʼ εὐφροσύνης τῷ φωτὶ τῆς δόξης αὐτοῦ σὺν ἐλεημοσύνῃ καὶ δικαιοσύνῃ τῇ παρʼ αὐτοῦ.