Parallel
Baruch 3
Swete's Septuagint · Berean Standard Bible
Κύριε ΠΓαντοκράτωρ, ὁ θεὸς Ἰσραήλ, ἄκουσον δὴ τῆς προσευχῆς τῶν τεθνηκότων Ἰσραὴλ καὶ υἱῶν τῶν ἁμαρτανόντων ἐναντίον σου, οἵ οὐκ ἤκουσαν τῆς φωνῆς σου θεοῦ αὐτῶν, καὶ ἐκολλήθη ἡμῖν τὰ κακά.
—
ὅτι διὰ τοῦτο ἔδωκας τὸν φόβον σου ἐπὶ καρδίαν ἡμῶν καὶ ἐπικαλεῖσθαι τὸ ὄνομά σου· καὶ αἰνέσομέν σε ἐν τῇ ἀποικίᾳ ἡμῶν, ὅτι ἀπεστρέψαμεν ἀπὸ καρδίας ἡμῶν πᾶσαν ἀδικίαν πατέρων ἡμῶν τῶν ἡμαρτηκότων ἐναντίον σου.
—
δοὺ ἡμεῖς σήμερον ἐν τῇ ἀποικίᾳ ἡμῶν, οὗ διέσπειρας ἡμᾶς ἐκεῖ εἰς ὀνειδισμὸν καὶ εἰς ἀρὰν καὶ εἰς ὄφλησιν κατὰ πάσας τὰς ἀδικίας πατέρων ἡμῶν, οἵ ἀπέστησαν ἀπὸ Κυρίου θεοῦ ἡμῶν.
—
τί ἐστιν Ἰσραήλ; τί ὅτι ἐν γῆ τῶν ἐχθρῶν εἶ; ἐπαλαιώθης ἐν γῇ ἀλλοτρίᾳ, συνεμιάνθης τοῖς νεκροῖς,
—
μάθε ποῦ ἐστιν φρόνησις, ποῦ ἐστιν ἰσχύς, ποῦ ἐστιν σύνεσις, τοῦ γνῶναι ἄμα ποῦ ἐστιν μακροβίωσις καὶ ζωή, ποῦ ἐστιν φῶς ὀφθαλμῶν καὶ εἰρήνη.
—
οἱ ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες, καὶ τὸ ἀργύριον θησαυρίζοντες καὶ τὸ χρυσίον ᾧ ἐπεποίθεισαν ἄνθρωποι, καὶ οὐκ ἔστιν τέλος τῆς κτήσεως αὐτῶν.
—
οὐδὲ συνῆκαν τρίβους αὐτῆς οὐδὲ ἀντελάβοντο αὐτῆς· οἱ υἱοὶ αὐτῶν ἀπὸ τῆς ὁδοῦ αὐτῶν τπόρρω ἐγενήθησαν,
—
οἵ τε υἱοὶ Ἅγαρ οἱ ἐκζητοῦντες τὴν σύνεσιν οἱ ἐπὶ γῆς, οἱ ἔμποροι τῆς Μερρὰν καὶ Θαιμάν, καὶ οἱ μυθολόγοι καὶ οἱ ἐκζητηταὶ τῆς συνέσεως, ὁδὸν δὲ σοφίας οὐκ ἔγνωσαν οὐδὲ ἐμνήσθησαν τὰς τρίβους αὐτῆς.
—
ἐκεῖ ἐγεννήθησαν οἱ γίγαντες οἱ ὀνομαστοὶ ἀπʼ ἀρχῆς γενόμενοι, εὐμεγέθεις, ἐπιστάμενοι πόλεμον.
—
ἄλλο ὁ εἰδὸς τὰ πάντα γινώσκει αὐτήν, ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ· ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων·
—
ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης. καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένα ὑπʼ αὐτοῦ.
—