Skip to content

Parallel

Baruch 2

Swete's Septuagint · Berean Standard Bible

2:1
καὶ ἔστησεν Κύριος τὸν κόγον αὐτοῦ ὃν ἐλάλησεν ἐφʼ ἡμᾶς καὶ ἐπὶ τοὺς δικαστὰς ἡμῶν τοὺς δικάσαντας τὺν Ἰσραὴλ κιὶ ἐπὶ τοὺς βασιλεῖς ἡμῶν κιὶ ἐπὶ τοὺς ἄρχοντας ἡμῶν καὶ ἐπὶ ἄνθρωπον Ἰσραὴλ καὶ Ἰούδα.
2:2
οὐκ ἐποιήθη ὑποκάτω παντὸς τοῦ οὐρανοῦ καθὰ ἐποίησεν ἐν Ἰερουσαλήμ, κατὰ τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ,
2:3
τοῦ φαγεῖν ἡμᾶς ἄνθρωπον σάρκας υἱοῦ αὐτοῦ καὶ ἄνθρωπον σάρκας θυγατρὸς αὐτοῦ,
2:4
καὶ ἔδωκεν αὐτοὺς ὑποχειρίους πάσαις ταῖς βασιλείαις ταῖς κύκλῳ ἡμῶν, εἰς ὀνειδισμὸν Κύριος ἐκεῖ.
2:5
καὶ ἐγενήθησαν ὑποκάτω καὶ οὐκ ἐπάνω, ὅτι ἡμάρτομεν Κυρίῳ θεῷ ἡμῶν, πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ.
2:6
Τῷ κυρίῳ θεῷ ἡμῶν ἡ δικαιοσύνη, ἡμῖν δὲ καὶ τοῖς πατράσιν ἡμῶν ἡ αἰσχύνη τῶν προσώπων ὡς ἡ ἡμέρα αὕτη.
2:7
ἅ ἐλάλησεν Κύριος ἐφʼ ἡμᾶς, πάντα τὰ κακὰ ταῦτα ἃ ἥλθεν ἐφʼ ἡμᾶς.
2:8
καὶ οὐκ ἐδεἡθημεν τοῦ προσώπου Κυρίου τοῦ ἀποστρέψαι ἕκαστον ἀπὸ τῶν νοημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς.
2:9
καὶ ἐγρηγόρησεν Κύριος ἐπὶ τοῖς κακοῖς, καὶ ἐπήγαγε Κύριος ἐφʼ ἡμᾶς, ὅτι δίκαιος ὁ κύριος ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ ἄ ἐνετείλατο ἡμῖν.
καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς αὐτοῦ, πορεύεσθαι τοῖς προστάγμασιν Κυρίου οἰς ἔδωκεν κατὰ πρόσαωπον ἡμῶν.
Καὶ νῦν, Κύριε ὁ θεὸς Ἰσραήλ, ὸς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιῷ, ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν δυνάμει μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ, καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη,
ἡμάρτομεν, ἡσεββήσαμεν, ἠδικήσαμεν, Κύριε ὁ θεὸς ἡμῶν, ἐπὶ πᾶσιν τοῖς δικαιώμασίν σου.
ἀποστραφήτω ὁ θυμός σου ἀφʼ ἡμῶν, ὅτι κατελείφθημεν ὀλίγοι ἐν τοῖς ἔθνεσιν οὄ διέσπειρας ἡμᾶς ἐκεῖ
εἰσάκουσον, Κύριε, τῆς προσευχῆς ἡμῶν καὶ τῆς δεήσεως ἡμῶν, καὶ ἐξελοῦ ἡμᾶς ἕνεκεν σοῦ καὶ δὸς ἡμῖν χάριν κατὰ πρόσωπον τῶν ἀποικισάντων ἡμᾶς,
ἴνα γνῷ πᾶσα ἡ γῆ ὅτι σὺ Κύριος ὁ θεὸς ἡμῶν, ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ Ἰσραὴλ καὶ ἐπὶ τὸ γένος αὐτοῦ.
Κύριε, κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ ἐννόησον εἰς ἡμᾶς· κλῖνον, Κύριε, τὸ οὗς σου καὶ ἄκουσον.
ἄνοιξον ὀφθαλμούς σου καὶ ἴδε ὅτι οὐχ οἱ τεθνηκότες ἐν τῷ ᾅδῃ, ὧν ἐλήμφθη τὸ πνεῦμα αὐτῶν ἀπὸ τῶν σπλάγχνοων αὐτῶν, δώσουσιν δόξαν καὶ δικαίωμα τῷ κυρίῳ·
ἀλλὰ ἡ ψυχὴ αὐτοῦ ἡ λυπουμένη ἐπὶ τὸ μέγεθος, ὃ βαδίζει κύπτον καὶ ἀσθενοῦν, καὶ οἱ ὀφθαλμοὶ οἱ ἐκλείποντες καὶ ἡ ψυχὴ ἡ πεινῶσα δώσουσίν σοι δόξαν καὶ δικαιοσύνην, Κύριε.
ὅτι οὐκ ἐπὶ τὰ δικαιώματα τῶν πατέρων ἡμῶν καὶ τῶν βασιλέων ἡμῶν ἡμεῖς καταβάλλομεν τὸν ἔλεον κατὰ πρόσωπόν σου, Κύριε ὁ θεὸς ἡμῶν,
ὅτι ἐνῆκας τὸν θυμόν σου καὶ τὴν ὀργήν σου εἰς ἡμᾶς, καθάπερ ἐλάλησας ἐν χειρὶ τῶν παίδων σου τῶν προφητῶν
Οὕτως εἶπεν Κύριος Κλίνατε τὸν ὥμον ὑμῶν καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ καθίσατε ἐπὶ τὴν γῆν ἣν δέδωκα τοῖς πατράσιν ὑμῶν·
καὶ ἐὰν μὴ ἀκούσητε τῆς φωνῆς Κυρίου ἐργάσασθαι τῷ βασιλεῖ Βαβυλῶνος,
ἐκλείψειν ποιήσω ἐκ πόλεων Ἰούδα καὶ ἔξωθεν Ἰερουσαλὴμ φωνὴν εὐφροσύνης καὶ φωνὴν χαρμοσύνης, φωνὴν νυμφίου καὶ φωνὴν νύμφης, καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἄβατον ἀπὸ ἐνοικούντων.
καὶ οὐκ ὴκούσαμεν τῆς φωνῆς σου ἐργάσασθαι τῷ βασιλεῖ Βαβυλῶνος, καὶ ἔστησας τοὺς λόγους σου οὓ ς ἐλάλησας ἐν χερσὶν τῶν παίδων σου τῶν προφητῶν τοῦ ἐξενεχθῆναι τὰ ὀστᾶ βασιλέων ἡμῶν καὶ τὰ ὀστᾶ τῶν πατέρων ἡμῶν ἐκ τοῦ τόπου αὐτῶν.
καὶ ἰδού, ἔστιν ἐξεριμμένα τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός· καὶ ἀπεθάνοσαν ἐν πόνοις πονηροῖς, ἐν λιμῷ καὶ ἐν όομφαίᾳ καὶ ἐν ἀποστολῇ.
καὶ ἔθηκας τὸν οἶκον οὗ ἐπεκλήθη τὸ ὄνομά σου ἐπʼ αὐτῷ ὡς ἡ ἡμέρα αὕτη, διὰ πονηρίαν οἴκου Ἰσραὴλ καὶ οἴκου Ἰούδα.
Καὶ ἐποίησας εἰς ἡμᾶς, Κύριε ὁ θεὸς ἡμῶν, κατὰ πᾶσαν ἐπιεικίαν σου καὶ κατὰ πάντα οἰκτειρμόν σου τὸν μέγαν,
καθὰ ἐλάλησας ἐν χειρὶ παιδός σου Μωυσῆ, ἐν ἡμέρᾳ ἐντειλαμένου σου αὐτῷ γράψαι τὸν νόμον σου ἐναντίον υἱῶν Ἰσραὴλ λέγων
Ἐὰν μὴ ἀκούσητε τῆς φωνῆς μου. εί μὴν ἡ βόμβησις ἡ μεγάλη ἡ πολλὴ αὕτη ἀποστρέψει εἰς μικρὰν ἐν τοῖς ἔθνεσιν οὗ διασπερῶ αὐτοὺς ἐκεῖ.
ὅτι ἔγνων ὅτι οὐ μὴ ἀκούσωσίν μου, ὅτι λαὸς σκληροτράχηλός ἐστιν· καὶ ἐπιστρέψουσιν ἐπὶ καρδίαν αὐτῶν ἐν γῇ ἀποικισμοῦ αὐτῶν,
καὶ γνώσονται ὅτι ἐγὼ Κύριος ὁ θεὸς αὐτῶν. καὶ δώσω αὐτοῖς καρδίαν καὶ ὥτα ἀκούοντα,
καὶ αἰνέσουσίν με ἐν γῇ ἀποικισμοῦ αὐτῶν, καὶ μνησθήσονται τοῦ ἀνόματός μου·
καὶ ἀποστρέψουσιν ἀπὸ τοῦ νώτου αὐτῶν τοῦ σκληροῦ καὶ ἀπὸ πονηρῶν πραγμάτων αὐτῶν, ὅτι μνησθήσονται τῆς ὁδοῦ πατέρων αὐτῶν τῶν ἁμαρτόντων ἔναντι Κυρίου.
καὶ ἀποστρέψαω αὐτοὺς εἰς τὴν γῆν ἣν μοσα τοῖς πατράσιν αὐτῶν, τῷ Ἀβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ, καὶ κυριεύσουσιν αὐτῆς· καὶ πλῆθύνω αὐτούς, καὶ οὐ μὴ σμικρυνθῶσιν·
καὶ στήσω αὐτοῖς διαθήκην αἰώνιον τοῦ εἶναί με αὐτοῖς εἰς θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν· καὶ οὐ κινήσω ἔτι τὸν λαόν μου Ἰσραήλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς.