Parallel
4 Maccabees 16
Swete's Septuagint · Berean Standard Bible
Εὶ δὲ τοίνυν και γυνὴ καὶ γεραιὰ καὶ ἑπτὰ παίδων μητηρ ὐπέμεινεν τὰς μέχρι θανάτου βασάνους ὁρῶσα τῶν τέκνων· ἁμολογουμένααως αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός.
—
αἀπέδειξα οὖν ὅτι οὐ μόνον τῶν παθὼυ ἄνδρες επεκράτησαν, ἀλλὰ καὶ γυνη τῶν μεγίστααον βασάνων ὑπερεφρόνησεν.
—
καὶ οὐχ ουτως οἱ περὶ Δανιὴλ λέοντες ἦσαν ἄγριοι, οὐδὲ Μισαὴλ ἐκφλεγομένη κάμινος λαβροτάτῳ πυρί, ὡς τῆς φιλοτεκνίας περιέκαιεν ἐκείνη φύσις, ὁρῶσα αὐτῆς τοὺς ἑπτὰ υἱοὺς βασανιζομένους.
—
καὶ γὰρ τοῦτο ἐπιλογίσασθαι, ὅτι εἰ δειλόψυχος ἧν ἡ γυνή. καίπερ μήτηρ οὗσα, ὠλοφύρετο ἂν ἐπʼ αὐτοῖς· καὶ ἴσως ἂν ταῦτα οὕτως εἶπεν
—
ὦ μάταιοι ἑπτὰ κυοφορίαι, καὶ ἀνόνητοι ἑπτὰ δεκάμηνοι, καὶ ἄκαρποι τιθηνίαι, καὶ ταλαίπωροι γαλακτοτροφίαι.
—
ὦ τῶν ἐμῶν παίδων, οἱ μὲν ἄγαμοι, οἱ δέ γαμήσαντες ἀνονητοι, οὐκ ὄψομαι ὑμῶν τέκνα, οὐδέ μάμμη κληθεῖσα μακαρισθήσομαι.
—
οὐδʼ ἂν ἀποθάνω, θάπτοντα τῶν υἱῶν ἔξω τινά. ἀλλὰ τούτῳ τῷ θρήνῳ οὐδένα ὀλοφύρετο ἡ ἱερὰ καὶ θεοσεβὴς μήτηρ,
—
ἀλλʼ ὥσπε ἀδαμαντινον ἔχουσα τὸν νοῦν, καὶ εἰς ἀθανασίαν ἀνατίκτουσα τὸν τῶν υἱῶν ἀριθμόν, μᾶλλον ὑπέρ τῆς εὐσεβείας ἐπὶ τὸν θάνατον αὐτοὺς προετρέπετο ἱκετεύουσα.
—
Ὧ μήτηρ δι εὐσέβειαν θεοῦ στρατιῶτι. πρεσβῦτι καὶ γυνή, διὰ καρτερίαν καὶ τύραννον ἐνίκησας, καὶ ἔργοις δυνατωτέρα καὶ λόγοις εὑρέθης ἂν ἀνδρός.
—
καὶ γὰρ ὅτε συνελήμφθηι μετὰ τῶν παίδων, εἱστήκεις τὸν Ἐλεάζαρον ὁρῶσα βασανιζόμενον, καί ἔλεγες τοῖς παισὶν ἐν τῇ Ἑβραΐδι φωνῇ
—
Ὦ παῖδες, γενναῖος ὁ ἀγών ἐφʼ ὃν κληθέντες ὑπὲρ τῆς διαμαρτυρίας τοῦ ἔθνους, ἐναγωνίσασθε προθύμως ὑπὲρ τοῦ πατρίου νόμου.
—
καὶ γὰρ αἰσχρὸν τὸν μὲν γέροντα τοῖτον ὑπομένειν τὰς διὰ τὴν εὐσέβειαν ἀλγηδόνας, ὑμᾶς δε τοὺς νεωτέρους καταπλαγῆναι τὰς βασάνους.
—
δι᾿ ὃν καὶ ὁ πατὴρ ἡμῶν Ἀβραὰμ ἔσπευδεν τὸν ἐθυοπάτορα υἱὸν σφαγιάσαι Ἰσαάκ, καὶ τὴν πατρῴαν χεῖρα ξιφηφόρον καταφερομένην ἐπʼ αὐτὸν ὁρῶν οὐκ ἔπτηξεν.
—
καὶ Δανιὴλ ὁ δίκαιος εἰς λέοντας ἐβλήθη· καὶ Ἀνανίας καὶ Ἀζαρίας καὶ Μισαὴλ εἰς κάμινον πυρὸς ἀπεσφενδονήθησαν, καὶ ὑπέμειναν διὰ τὸν θεόν.
—
Διὰ τούτων τῶν λόγων ἡ ἑπταμήταωρ ἕνα ἕκαστον τῶν υἱῶν παρακαλοῦσα ἔπεισε μᾶλλον ἀποθανεῖν, ἡ παραβῆναι τὴν ἐντολὴν τοῦ θεοῦ.
—
ἔτι δὲ καὶ ταῦτα ἰδόντες ὅτι διὰ τὸν θεὸν ἀποθανόντες ζῶσιν τῷ θεῷ, ὥσπερ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ πάντες οἱ πατριάρχαι.
—