Parallel
4 Maccabees 15
Swete's Septuagint · Berean Standard Bible
Ὦ λογισμέ τέκνων παθῶν τύραννε, καὶ εὐσέβεια μητρὶ τέκνων ποθεινοτέρα. μήτηρ δυεῖν προκειμέναων, εὐσεβείας, καὶ τῆς ἑπτὰ υἱῶν σαωτηρίας προσκαίρου κατὰ τὴν τοῦ τυράννου ὑπόσχεσιν·
—
Ὦ τίνα τρόπον ἠθολογήσαιμι φιλότεκνα γονέων πάθη, ψυχῆς τε καὶ μορφῆς ὁμοιότητα εἰς μικρὸν παιδοχαρακτῆρα θαυμάσιον ἐναποσφραγίζον τα , μάλιστα διὰ τὸ τῶν πατέρων τοῖς γεννηθεῖσιν τὰς μητέρας καθεστάναι συνπαθεστέρας.
—
ὅσῳ γὰρ καὶ ἀσθενόψυχοι καὶ πολυγονάτεραι ὑπάρχουσιν μητέρες, τοσούτῳ μᾶλλόν εἰσιν φιλοτεκνώτεραι.
—
πασῶν δὲ τῶν μητέρων ἐγένετο ἡ τῶν ἑπτὰ μήτηρ φιλοτεκνωτέρα, ἥτις ἑπτὰ κυοφορίαις τὴν πρὸς αὐτοὺς ἐπιφυτευομένη φιλοστοργίαν·
—
οὐ μὴν δέ, ἀλλὰ καὶ διὰ τὴν καλοκἀγαθίαν τῶν υἱῶν καὶ τὴν πρὸς τὸν νόμον αὐτῶν εὐπειθίαν, μείζω τὴν ἐν αὐτοῖς ἔσχεν φιλοστοργίαν.
—
δίκαιοί τε γὰρ ἦσαν καὶ σώφρονες καὶ ἀνδρεῖοι καὶ μεγαλόψυχοι καὶ φιλάδελφοι, καὶ φιλομήτορες οὕτως, ὥστε καὶ μέχρι θανάτου τὰ νόμιμα φυλάσσοντας πείθεσθαι αὐτῇ·
—
Βλλʼ ὅμως, καίπερ τοσούτων ὄντων τῶν περὶ φιλοτεκνίαν εἰς συνπάθειαν ἑλκόντων τὴν μητέρα, ἐπʼ οὐδενὸς αὐτῶν τὸν λογισμὸν αὐτῆς αἱ πανποίκιλοι βάσανοι ἴσχυσνν μετατρέψαι.
—
Ὦ φύσις ἱερά, καὶ φίλτρα γονέων καὶ γονεῦσιν φιλόστοργε, καὶ τροφεῖα, καὶ μητέρων ἀδάμαστα πάθη.
—
τὰς σάρκας τῶν τέκνων ἑώρα περὶ τὸ πῦρ τηκομένας, καὶ τοὺς τῶν ποδῶν καὶ χειρῶν δακτύλους ἐπὶ γῆς σπαίροντας, καὶ τὰς τῶν κεφαλῶν μέχρι τῶν περὶ τὰ γένεια σάρκας ὥσπερ προσαοπεῖα προκειμένας.
—
οὐ μετέτρεψέν σε πραωτότοκος ἀποπνέων· οὐῆὲ δεύτερος είς οἰκτρὸν βλέπων ἐν βασάνοις· οὐδέ τρίτος ἀποψύχων.
—
οὐδε τοὺς ὀφθαλμοὺς ἑνὸς ἑκάστου θεωροῦσα ταυρηδὸν ἐπὶ τῶν βασάνων ὁρῶντας τὸν αὐτὸν αἰκισμόν, καὶ τοὺς μυκτῆρας προσημειουμένους αὐτῶν τὸν θάυατον, οὐκ ἔκλαυσας.
—
ἐπὶ σαρξὶν τέκνων ὁρῶσα σάρκας τέκνων ἀποκεκομμένας, καὶ ἐπὶ χερσὶν χῖρας ἀποτεμνομένας, καὶ ἐπὶ κεφαλαῖς κεφαλὰς ἀποδειροτομουμένας. καὶ ἐπὶ νεκροῖς νεκροὺς πίπτοντας, καὶ πολυάνδριον ὁρῶσα τῶν τέκνων χααορίον διὰ τῶν βασάνων, οὐκ ἐδάκρυσας.
—
οὐχ οὕτως σειρήνιοι μελῳδίαι οὐδὲ κύκνιοι πρὸς φιληκοίαν φωναὶ τοὺς ἀκούοντας ἐφέλ. κονίαι, ὦ τέκνων φαοναὶ μετὰ βασάνων μητέρα φωνούντων.
—
πηλίκαις καὶ πόσαις τότε ἡ μήτηρ, τῶν υἱῶν βασανιζομένων τροχοῖς τε καὶ καυτηρίοις, ἐβασανίζετο βασάνοις;
—
ἀλλὰ τὰ σπλάγχνα αὐτῆς ὁ εὐσεβὴς λογισμὸς ἐν αὐτοῖς τοῖς πάθεσιν ἀνδρειώσας ἐπέτεινευ τὴν πρόσκαιρον φιλοτεκνίαν παριδεῖν.
—
καίπερ ἑπτὰ τέκνων ὁρῶσα ἀπώλειαν καὶ τὴν τῶν στρεβλῶν πολύπλοκον ποικιλίαν, ἀσπάσασα ἡ γενναία μήτηρ ἐξέλυσεν διὰ τὴν πρὸς θεὸν πίστιν.
—
καθάπερ γὰρ ἐν βουλευτηρίῳ τῇ ἑαυτῆς ψυχῇ δεινοὺς ὁρῶσα συμβούλους, ύσιν καὶ γένεσιν καὶ φιλοτεκνίαν καὶ τέκνων στοέβλαν,
—
Ὦ μήτηρ ἔθνους, ἔκδικε τοῦ υόμου, καὶ ὑπερασπίστεια τῆς εὐσεβείας, καὶ τοῦ διὰ σπλάγχνον ἀγῶνος ἀθλοφόρε.
—
καθάπερ γὰρ ἡ Νῶε κιβωτὸς ἐν τῷ κοσμοπληθεῖ κατακλυσμῷ κοσμοφοροῦσα καρτεροὺς ὑπήνεγκεν τοὺς κλύδωνας·
—
οὕτως σύ, ἡ νομοφύλαξ, πανταχόθεν ἐν τῷ τῶν παθῶν περιαντλουμένη κατακλυσμῷ, καὶ καρτεροῖς ἀνέμοις ταῖς τῶν υἱῶν βασάνοις συνεχομένη, γενναίως ὑπέμεινας τοὺς τῆς εὐσεβείας χειμῶνας.
—