Skip to content

Parallel

4 Maccabees 14

Swete's Septuagint · Berean Standard Bible

προσέτι καὶ ἐπὶ τὸν αἰκισμὸν ἐποτρύνοντες, ὡς μὴ μόνον τῶν ἀλγηδόνων περιφρονῆσαι αὐτούς, ἀλλὰ καὶ τῆς τῶν ἀδελφῶν φιλαδελφίας παθῶν κρατῆσαι.
Ὦ βασιλέως λογισμοὶ βασιλικώτεροι καὶ ἐλευθέρων ἐλευθερώτεροι·
ὦ ἱερᾶς καὶ ἐναρμόστου περὶ τῆς εὐσεβείας τῶν ἑπτὰ ἀδελφῶν συμφωνίας.
οὐδεὶς ἐκ τῶν ἑπτὰ μειρακίων ἐδειλίασεν, οὐδὲ πρὸς τὸν θάνατον ὡκνησεν·
ἀλλὰ πάντες, ὥσπερ ἐπʼ ἀθανασίας ὁδὸν τρέχοντες, ἐπὶ τὸν διὰ τῶν βασάνων θάνατον ἔκ πευδον.
καθάπερ γὰρ χείρες καὶ πόδες συμφώνως τοῖς τῆς ψυχῆς ἀφηγήμασιν κινοῦνται· οὕτως οἱ ἱεροὶ μείρακες ἐκεῖνοι ὡς ὑπὸ ψυχῆς ἀθανάτου τῆς εὐσεβείας πρὸς τὸν ὑπέρ αὐτῆς συνεφώνησαν θάνατον.
πανάγιε συμφώνων ἀδελφῶν ἑβδομάς· καθάπερ γὰρ ἑπτὰ τῆς κοσμοποιίας ἡμέραι περὶ τὴν εὐσέβειαν,
οὕτως περὶ τὴν ἑβδομάδα χορεύοντες οἱ μείρακες ἐκύκλουν, τὸν τῶν βασάνων φόβον καταλύοντες.
νῦν ἡμεῖς ἀκούοντες τὴν θλίγιν τῶν νεανιῶν ἐκείνων, φρίττομεν· οἱ δὲ οὐ μόνον ὁρῶντες, ἀλλʼ οὐδὲ αόνον ἀκούοντες τὸν παραχρῆμα ἀπειλῆς λόγον, ἀλλὰ καὶ πάσχοντες, ἐκαρτέρουν καὶ τοῦτο ταῖς διὰ πυρὸς ὀδύναις.
Κὧυ τί γένοιτο ἐπαλγέστερον; ὀξεῖα γὰρ καὶ σύντομος ἡ τοῦ πυρὸς οὗσα δύναμις ταχέως διέλυσε τὰ σώματα.
Καὶ μὴ θαυμαστὸν ἡγεῖσθε εἰ ὁ λογισμὸς περιεκρατησεν τῶν ἀνδρῶν ἐκείνων ἐν ταῖς βασάνοις, ὅπου γε καὶ γυναικὸς νοῦς πολυτροπαωτέρων ὑπερεφρόνησεν ἀλγηδόνων.
ἡ μήτηρ γὰρ τῶν ἑπτὰ νεανίσκων ὑπήνεγκεν τὰς ἐφʼ ἑνὶ ἑκάστῳ τῶν τέκνων στρέβλας.
θεωρεῖτε δὲ πῶς πολύπλοκός ἐστιν ἡ τῆς φιλοτεκνίας στοργή, ἕλκουσα πάντα πρὸς τὴν τῶν σ πλάγχνων συνπαθειαν·
ἀποῦ γε καὶ τὰ ἄλογα ζῷα ὁμοίαν τὴν πρὸς τὰ ἐξ αὐτῶν γεννώμενα συνπάθείαν καὶ στοργὴν ἔχει τοῖς ἀνθρώποις.
καὶ γὰρ τῶν πετεινῶν, τὰ μέν ἥμερα κατὰ τὰς οἰκίας ὀροφοιτοῦντα προασπίζει τῶν νεοττῶν·
τὸ δέ κατὰ τὰς κορυφὰς ἀρέων καὶ φαράγγων ἀπορρῶγας καὶ δένδρων ὀπὰς καὶ τὰς τούτων ἄκρας νοσσοποιησάμενα ἀποτίκτει, καὶ τὸν προσιόντα κωλύει
κζ δὲ καὶ μὴ δύναιντο κωλύειν, περιιπτάμενα κυκλόθεν αὐτῶν ἀλγοῦντμ τῇ στοργή, ἀνακαλούμενα τῆ ἰδίᾳ φωνῇ, καθʼ ὁν δύναται τρόπον βοηθεῖ τοῖς τέκνοις.
καὶ τί δεῖ τὴν διὰ τῶν ἀλόγων ζῷων ἐπιδεικνύναι τὴν πρὸς τὰ τέκνα συνπάθειαν;
ὅπου γε καὶ μέλισσαι περὶ τὸν τῆς κηρογονίας καιρὸν ἐπαμύνονται τοὺς προσιόντας, καὶ καθάπερ σιδήρῳ τῷ κέντρῳ πλήσσουσι τοὺς προσιόντας τῆ νοσσιᾶ αὐτῶν, καὶ ἐπαμύνονται ἕως θανάτου.
ἀλλʼ οὐχὶ τὴν Ἀβραὰμ ὁμόψυχον τῶν νεανιῶν μητέρα μετεκίνησεν ἡ συμπάθεια τέκνων.