Skip to content

Parallel

4 Maccabees 17

Swete's Septuagint · Berean Standard Bible

ἔλεγον δὲ καὶ τῶν ορυφόρων τινές ὡς ὅτε ἔμελλεν καὶ αὐτὴ συλλαμβάνεσθαι πρὸς θάνατον, ἵνα μὴ ψαύσειέν τι τοῦ σώματος αὐτῆς, ἑαυτὴν ἔρριψεν κατὰ τῆς πυρᾶς.
—
Ὦ μήτηρ σίν ἑπτὰ παισὶν καταλύσασα τὴν τοῦ τυράννου βίαν, καὶ ἀκυρώσασα τὰς κακὰς ἐπινοίας αὐτοῦ, καὶ ἐπιδείξασα τὴν τῆς πίστεως γενναιότητα.
—
καθάπερ γὰρ σὺ στέγη ἐπὶ τοῦ στύλου τῶν παίδων γενναίως ἱδρυμένη, ἀκλινῶς ὑπήνεγκας τὸν διὰ τῶν βασάνων σεισμόν.
—
θάρρει τοιγαροῖν, ὁ μήτηρ ἱερόψυχε. τὴν ἐλπίδα τῆς ὑπομονῆς γενναίως ἔχουσα πρὸς θεόν.
—
οὐχ οὕτω σελήνη κατʼ οὐρανὸν σὺν ἄστροις σεμνὴ καθέστηκεν, ὡς σὺ τοὺς ἰσαστέρους ἑπτὰ παῖδας φωταγωγήσασα πρὸς τὴν εὐσέβειαν ἔντιμος καθέστηκας θεῷ, καὶ ἐστήρισαι ἐν οὐρανῷ σὺν αὐτοῖς.
—
ἦν γὰρ ἡ παιδοποιία σου ἀπὸ Ἀβραὰμ τοῦ παιδός.
—
Εἰ δὲ ἐξὸν ἡμῖν ἤν, ὥσπερ τινός, ζωγραφῆσαι τὴν τῆς ἱστορίας σου εὐσέβειαν, οὐκ ἂν ἔφριττον οἱ θεωροῦντες μητέρα ἑπτὰ τέκνων δι᾿ εὺσέβειαν ποικίλας βασάνους μέχρι θανάτου ὑπομείνασαν;
—
καὶ γὰρ ἄξιον ἦν καὶ ἐπὶ αὐτοῦ τοῦ ἐπιταφίου ἀναγράψαι καὶ ταῦτα τοῖς ἀπὸ τοῦ ἔθνους εἰς μνείαν λεγόμενα
—
Ἐνταῦθα φέρων ἱερεύϲ, καὶ φυνὴ φεραιά, καὶ ἑπτὰ παῖδεϲ ἐνκεκήδευνται διὰ τυράννου βίδν, τὴν Ἐβρδίων πολιτίαν καταλῦϲαι θέλοντοϲ.
—
οἳ καὶ ἐξεδίκηϲαν τὸ ἔθνοϲ εἰϲ θεὸν ἀφορῶντεϲ, καὶ μέχρι θανάτου τὰϲ βαϲάνουϲ ὑπομίναντεϲ.
—
ἀληθῶς γὰρ ἦν ἀγὼν θεῖος ὁ δι᾿ αὐτῶν γεγενημένος.
—
θλοθέτει γὰρ τότε ἀρετὴ δι᾿ ὑπομονῆς δοκιμάζουσ· τὀ νῖκος ἐν ἀφθαρσίᾳ ἐν ζωῇ πολυχρονίῳ.
—
Ἐλεαζαρ δἑ προηγωνί ζετο· ἡ δέ μήτηρ τῶν ἑπτὰ παίδων ἐνήθλει· οἱ δὲ ἀδελφοὶ ἠγωνίζοντο·
—
ὁ τύραννος ἀντηγωνίζετο· ὁ δέ κόσμος καὶ ὁ τῶν ἀνθρώπων βίος ἐθεώρει·
—
θεοσέβεια δέ ἐνίκα, τοὺς ἑαυτῆς ἀθλητὰς στεφανοῦσα.
—
τίνες οὐκ ἐθαύμασαν τοὺς τ ῆς ἀληθείας νομοθεσίας ἀθλητάς ; τίνες οὐκ ἐξεπλάγησαν
—
Αὺτός γέ τοι ὁ τύραννος καὶ ὅλον τὸ συνέδριον αὐτῶν ἐξεθαύμασαν αὐτῶν τὴν ὑπομονήν,
—
ὄι ἣν καὶ τῷ θείῳ νῦν παρεστήκασιν θρόνῳ, καὶ τὸν μακάριον βιοῦσιν αἰῶνα·
—
καὶ γάρ φησιν ὁ Μωσ ῆς Καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου.
—
καὶ οὐτοι οὗν ἁγιασθέντες διὰ θεὸν τετίμηνται οὐ μόνον οὗν ταύτῃ τῇ τιμῇ, ἀλλὰ καὶ τῷ δι᾿ αὐτοὺς τὸ ἔθνος ἡμῶν τοὺς πολεμίους μὴ ἐπικρατῆσαι,
—
καὶ τὸν τύραννον τιμωρηθῆναι καὶ τὴν πατρίδα καθαρισθῆναι·
—
ὧσπερ ἀντίψυχον γεγονότας τῆς τοῦ ἔθνους ἁμαρτίας καὶ διὰ τοῦ αἵματος τῶν εὐσεβῶν ἐκείνων καὶ τοῦ ἱλαστηρίου θανάτου αὐτῶν, ἡ θεία πρόνοια τὸν Ἰσραὴλ προκακωθέντα διέσωσεν.
—
πρὸς γὰρ τὴν ἀνδρίαν αὐτῶν τῆς ἀρετῆς καὶ τὴν ἐπὶ ταῖς βασάνοις αὐτῶν ὑπομονὴν ὁ τύραννος ἀφιδὼν Ἀντίοχος ἀνεκήρυξεν τοῖς στρατιώταις αὐτοῦ εἰς ὑπόδιγμα τὴν ἐκείνων ὑπομονὴν·
—
ἔσχεν τε αὐτοὺς γενναίους καὶ ἀνδρείους εἰς πεζομαχίαν καὶ πολιορκίνν· καὶ ἐκπορθήσας ἐνίκησεν πάντας τοὺς πολεμίους.
—