Skip to content

Parallel

4 Maccabees 11

Swete's Septuagint · Berean Standard Bible

Ὡς δὲ καὶ οὐτος ταῖς βασάνοις καταικισθεὶς ἐναπέθανεν, ὁ πέμπτος παρεπήδησεν, λέγων
—
Οὐ μέλλω, τύραννε, πρὸς τὸν ὑπέρ τῆς ἀρετῆς βασανισμὸν παραιτεῖσθαι
—
αὐτὸς δʼ ἀπʼ ἐμαυτοῦ παρῆλθου, ὅπως κἀμέ κατακτείνας, περὶ πλειόνων ἀδικημάτων ὄφιλήσῃς τῇ οὐρανίῳ δίκῃ τιμαωρίαν.
—
ὦ μισάρετε και μισάνθρωπε, τί δράσαντας ἡμᾶς τοῦτον πορθεῖς τὸν τρόπον;
—
ἤ κακόν σοι δοκεῖ, ὅτι τὸν πάντων κτίστην εὐσεβοῦμεν, καὶ κατἀ τὸν ἔνάρετον αὐτοῦ ζῶμεν νόμον;
—
ἁλλὰ ταῦτα τιμῶν. οὐ βασάνων ἐστὶν ἄξια,
—
τοιαῦτα λέγοντα οἱ δορυφόροι δήσαντες αὐτὸν εἷλκον ἐπὶ τὸυ καταπέλτην·
—
ἐφʼ ὃν δήσαντες αὐτὸν ἐπὶ τά γόνατα, καὶ ταῦτα ποδάγραις σιδηραῖς ἐφαρμόσαντες τὴν ὀσφὺν αὐτοῦ ἐπὶ τὸν τροχιαῖον σφῆνα κατέκαμψαν· περὶ ὃν ὁλος ἐπὶ τὸν τροχὸν σκορπίου τρόπον ἀνακλώμενος ἐξεμελίζετο.
—
κατὰ τοῦτον τὸν τρόπον καὶ τὸ πνεῦμα στενοχααορούμενος καὶ τὸ σῶμα ἀγχόμενος
—
Καλάς, ἔλεγεν, ἄκων, ὁ τύραννος. χάριτας ἡμῖν χαρίζῃ, καλάς, διὰ γενναιοτέρων πονων ἐπιδείξασθαι παρέχων τὴν εἰς τὸν νόμον ἡμῶν καρτερίαν.
—
Τελευτήσαντος δέ καὶ τούτου, ὁ ἔκτος ἤγετο μειρακίσκος· ὃς πυνθανομένου τοῦ τυράννου εἰ βούλοιτο φαγὼν ἀπολύεσθαι, ὁ δὲ ἔφη
—
Ἐγὼ τῇ μὲν ἡλικίᾳ τῶν ἀδελφῶν μου εἰμὶ νεώτερος, τῇ δὲ διανοίᾳ ἡλικιώτης.
—
εἰς τὰ αὐτὰ γὰρ καὶ γενηθέντες καὶ τραφέντες, ὑπὲρ τῶν αὐτῶν καὶ ἀποθνήσκειν ὀφίλομεν ὁμοίως.
—
ὥστε εἴ σοι δοκεῖ βασανίζειν μὴ μιεροφαγοῦντας, βασάνιζε.
—
ταῦτα αὐτὸν εἰπόντα παρῆγον ἐπὶ τὸν τροχόν.
—
ἐφʼ οὗ κατατεινόμενος εὐμελῶς καὶ ἐκσφονδυλιζόμενος ὑπεκαίετο.
—
καὶ ὀβελίσκους ὀξεῖς πυρώσαντες, τοῖς νώτοις προσέφερον· καὶ τὰ πλευρὰ διαπεί ραντες, ἀπʼ αὐτοῦ τὰ σπλάγχνα διέκαιον.
—
ὁ δὲ βασανιζόμενος Ὦ ἱεροπρεποῦς αἰῶνος, ἔλεγεν, ἐφʼ ὃν διὰ τὴν εὐσέβειαν εἰς γυμνασίαν πόνων ἀδελφοὶ τοσοῦτοι κληθέντες οὐκ ἐνικήθημεν.
—
ἀνίκητος γάρ ἐστιν, ὦ τύραννε, ἡ εὐσεβὴς ἐπιστήμη.
—
καλοκἀγαθίᾳ καθωπλισμένος τεθνήξομαι κἀγὼ μετὰ τῶν ἀδελφῶν μου,
—
μέγαν σοι προσβάλλων καὶ αὐτὸς ἀλάστορα, καινουργὲ τῶν βασάνων, καὶ πολέμιε τῶν ἀληθῶς εὐσεβούντων.
—
ἓξ μειράκια κατελύσαμέν σου τὴν τυραννίδα.
—
τὸ γὰρ μὴ δυνηθῆναί σε μεταπεῖσαι τὸν λογισμὸν ἡμῶν, μήτε βιάσασθαι πρὸς τὴν μιεροφαγίαν, οὐ κατάλυσίς ἐστίν σου;
—
τὸ πῦρ σου ψυχρὸν ἡμῖν, καὶ ἄπονοι οἱ καταπέλται, καὶ ἀδύνατος ἡ βία σου.
—
οὐ γὰρ τυράννου ἀλλὰ θείου νόμου προεστήκασιν ἡμῶν οἱ δορυφόροι· διά τοῦτο ἀνίκητον ἔχομεν τὸν λογισμόν.
—
εἴπερ ᾐσθάνου ἀνθρώπους ποθῶν, καὶ ἐλπίδα εἰχες παρὰ θεῷ σωτηρίου·
—
νῖν ἰδὲ ἀλλότριος ὧν θεοῦ, πολεμεῖς τοὺς εὐσεβοῦντας εἰς τὸν θεόν.
—