Skip to content

Parallel

4 Maccabees 10

Swete's Septuagint · Berean Standard Bible

Καὶ τούτου τὸν ἀοίδιμον θάνατον καρτερήσαντος, ὁ τρίτος ἡγετο, παρακαλούμενος πολλὰ υπὸ πολλῶν ὅπως ἀπογευσμμμενος σώζοιτο.
—
δὲ ἀναβοήσας ἔφη Ἦ ἀγνοεῖτε ὅτι αὑτός με τοῖς ἀποθανοῦσιν ἔσπειρεν πατήρ, καὶ ἡ αὐτὴ μήτηρ ἐγέννησεν, καὶ ἐπὶ τοῖς αὐτοῖς ἀνετράφην δόγμασιν;
—
οὐκ ἐξόμνυμαι τὴν εὐγενῆ τῆς ἀδελφότητος συγγένειαν.
—
οἱ δὲ πικρῶς ἐνέγκαντες τὴν παρρησίαν τοῦ ἀνδρός, ἀρθρεμβόλοις ὀργάνοις τὰς χεῖρας αὐτοῦ καὶ τοὺς πόδας ἐξήρθρουν, καὶ ἐξ ἁρμῶν ἀναμοχλεύοντες ἐξεμέλιζον·
—
καὶ τοὺς δακτύλους καὶ τοὺς βραχίονας καὶ τὰ σκέλη καὶ τοὺς ἀγκῶνας περιέλκων.
—
καὶ κατὰ μηδένα τρόπον ἰσχύοντες αὐτὸν ἄγξαι, περισύραντες τὸ δέρμα σὺν ἄκραις ταῖς τῶυ δακτύλων κορυφαῖς ἀπεσκύ θιζον, καὶ εὐθέως ἦγον ἐπὶ τὸν τροχόν.
—
περὶ ὃν ἐκ σφονδύλων ἐκμελιζόμενος ἑώρα τὰς ἑαυτοῦ σάρκας περιλακιζομένας καὶ κατά σπλάγχναων σταγόνας αἵματος ἀπορρεούσας.
—
μέλλων δὲ ἀποθνήσκειν, ἔφη
—
Ἡμεῖς μέν, ὦ μιερώτατε τύραννε, διὰ παιδείαν καὶ ἀρετὴν θεοῦ ταῦτα πάσχομεν·
—
ηὺ ῆὲ διή τὴν ἀσέβειαν καὶ μιαιβονίαν ἀκαταλύτους καρτερήσεις βασάνους.
—
Καὶ τούτου θανόντος ἀδελφοπρεπῶς, τὸν τέταρτον ἐπεσπῶντο, λέγοντες
—
Μὴ μανῆς καὶ σὺ τοῖς ἀδελφοῖς σου τὴν αὐτὴν μανίαν, ἀλλὰ πεισθεὶς τῷ βασιλεῖ σῶζε σεαυτόν.
—
ὁ δὲ αὐτοῖς ἔφη Οὐχ οὕταως καυστικώτερον ἔχετε κατʼ ἐμοῦ τὸ πῦρ, ὥστε με δειλανδρῆσαι.
—
μὰ τὸν μακάριον τῶν ἀδελφῶν μου θάυατον, καὶ τὸν αἰώνιον τοῦ τυράννου ὄλεθρον, καὶ τὸν ἀοίδιμον τῶν εὐσεβῶν βίον, οὐκ ἀρνήσομαι τὴν εὐγενῆ ἀδελφότητα.
—
ἐπινόει, τύραννε, βασάνους· ἵνα καὶ διή τούτων μάθῃς, ὅτι ἀδελφός εἰμι τῶν προβασανισθέντωυ.
—
ταῦτα ἀκούσας ὁ αἱμοβόρος καὶ φονώδης καὶ πανμιερώτατος Ἀντίοχος, ἐκέλευσεν τὴν γλῶτταν αὐτοῦ ἐκτεμεῖν.
—
ὁ δὲ ἔφη Κδν ἀφέλῃς τὸ τῆς φωνῆς ὄργανον, καὶ σιωπώντων ἀκούει ὁ θεός.
—
ἰδηὺ κεχάλασται ἡ γλῶσσα· τέμνε. οὐ γὰρ παρά τοῦτο τὸν λογισμὸν ἡρῶν γλωσσοτομήσεις.
—
ἡδέως ὑπέρ τοῦ θεοῦ τ τοῦ σώματος μέλη ἀκραυτηριαζόμεθα.
—
ηὲ δὲ ταχέαος μετελεύσεται ὁ θεός· τὴν γάρ τῶν θείων ὕμνων μελῳδὸν γλῶτταν ἐκτέμνεις.
—
πρὸς ταῦτα εἵ τι ἔχετε κολαστήριον, προσαγάγετε τῷ σώματί μου· τῆς γὰρ ψυχῆς μου, οὐδʼ ἡυ θέλητε, ἅψεσθε.
—