Skip to content

Parallel

4 Maccabees 12

Swete's Septuagint · Berean Standard Bible

Ὡς δὲ καὶ οὅτος μακαρίως ἐναπέθανεν ⁷καταβληθεὶς εἰς λέβητα, ὁ ἕβδομος παρεγίνετο, πάντων νεώτερος.
ὅν κατοικτειρήσας ὁ τύραννος, καίπερ δειυῶς ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ κακισθείς,
ὁρῶν ἤδη τὰ δεσμά περικείμενον. πλησιέστερον αὐτὸν μετεπέμψατο, καὶ παρηγορεῖν ἐπειρᾶτο, λέγων
Γῆς μέν τῶν ἀδελφῶν σου ἀπονοίας τὸ τέλος ὁρᾶς· διὰ γὰρ ἀπείθειαν στρεβλωθέντες τεθνήκασιν. σύ, εἰ μέν μὴ πεισθείης, τάλας βασανισθεὶς καὶ αὐτὸς τεθνήξῃ πρὸ ὥρας.
πεισθεὶς δέ φίλος ἔσῃ, καὶ τῶν ἐπὶ τῆς βασιλείας ἀφηγήσῃ πραγμάτων.
καὶ ταῦτα παρακαλῶν, τὴν μητέρα τοῦ παιδὸς μετεπέμψατο, ὅπως αὐτὴν ἐλεήσας τοσούτων υἱῶν στερηθεῖσαν παρορμήσειεν ἐπὶ τὴν σωτηρίαν εὐπειθῆ ποιῆσαι τὸν περιλειπόμενον.
ὁ δὲ τῆς μητρὸς τῇ Ἐραίδι φωνῇ προτρεψαμένης αὐτόν, ὡς ἐροῦμεν μετά μικρὸν ὕστερον
ʼἈπολύσατέ με, φησίν· εἴπω τῷ βασιλεῖ καὶ τοῖς σὺν αὐτῷ φίλοις πᾶσιν.
καὶ ἐπιχαρέντες μάλιστα ἐπὶ τῇ ἐπαγγελίᾳ τοῦ παιδός, ταχέως ἔλυσαν αὐτόν.
καὶ δραμὼν ἐπὶ πλησίον τῶν τηγάνων, ἔφη
Ἀνόσιε, φησίν, καὶ πάντων τῶν πονηρῶν ἀσεβέστατε τύραννε, οὐκ ᾐδέσθης παρά τοῦ θεοῦ λαβὼν τὰ ἀγαθα καὶ τὴν βασιλείαν, τοὺς θεράποντας αὐτοῦ κατακτεῖναι, καὶ τοὺς τῆς εὐσεβείας ἀσκητάς στρεβλῶσαι;
ἀυθʼ ὦν ταμιεύεταί σε ἡ θεία δίκη πυκνοτέρῳ καὶ αἰωνίῳ πυρὶ καὶ βασάνοις, αἰ εἰς ὅλον τὸν αἰῶνα οὐκ ἀνήσουσίν σε.
οὐκ ᾐδέσθης ἄνθρωπος ὧν, θηριωδέστατε, τοὺς ὁμοιοπαθεῖς καὶ ἐκ τῶν αὐτῶν γεγονότας στοιχείων γλωττοτομῆσαι, καὶ τοῦτον καταικίσας τὸν τρόπον βασανίσαι;
ἀλλʼ οἱ μέν εὐγενῶς ἀποθανόντες ἐπλήρωσαν τὴν εἰς τὸν θεὸν εὐσέβειαν·
σὺ δὲ κακῶς οἰμώξεις, τοὺς τῆς ἀρετῆς ἀγαωνιστἀς ἀναιτίως ἀποκτεῖναι.
ὅθεν καὶ αὐτὸς ἀποθνήσκειν μέλλων, ἔφη
Οὐκ ἀπαυτομολῶ τῆς τῶν ἀδελφῶν μου μαρτυρίας.
ἐπικαλοῦμαι δὲ τὸν πατρῷον θεόν, ὅπως ἵλεως γένηται τῷ γένει μου.
σὲ δὲ καὶ ἐν τῷ νῦν βίῳ καὶ θανόντα τιμααορήσεται.
καὶ ταῦτα κατευξάμενος, ἑαυτὸν ἔριψεν κατὰ τῶν τηγάναον· καὶ οὕτως ἀπέδωκεν.