1 Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς, ἀποσπασθέντας ἀπʼ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶ, τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα.
¶Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς, ἀποσπασθέντας ἀπʼ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶ, τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα. SR, WH ωσ δε εγενετο αναχθεντασ ημασ αποσπασθεντασ απ αυτων ευθυδρομησαντεσ ηλθομεν εισ την κω τη δε εξησ εισ την ροδον κακειθεν εισ παταρα ℵ ; ωσ δε εγενετο ημασ αποσπασθετασ απ αυτων ευθυδρομησαντεσ ηλθομεν εισ την κω τη δε εξησ εισ την ροδον κακειθεν εισ πατερα A ; ωσ δε εγενετο ημασ αναχθηναι αποσπασθετασ απ αυτων ευθυδρομησαντεσ ηλθομεν εισ την κω τη δε εξησ εισ την ροδον κακειθεν εισ πατερα Ac ; ωσ δε εγενετο αναχθηναι ημασ αποσπασθεντεσ απ αυτων ευθυδρομησαντεσ ηλθομεν εισ την κω τη δε εξησ εισ την ροδον κακειθεν εισ παταρα B ; ωσ δε εγενετο αναχθηναι ημασ αποσπασθεντασ απ αυτω ευθυ�������� ηλθομεν εισ την κω τη δε εξησ εισ ροδον κακειθεν εισ πατερα C ; και επιβαντεσ ανηχθημεν αποσπασθεντων δε ημων απ αυτων ευθυδρομησαντεσ ηκομεν εισ κω τη δε επιουση εισ ροδον κακειθεν εισ παταρα και μυρα D ; ¶Ὡς δὲ ἐγένετο, ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπʼ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶν, τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα: KJTR, RP, ST (substitution)
2 Καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην, ἐπιβάντες ἀνήχθημεν.
Καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην, ἐπιβάντες, ἀνήχθημεν. KJTR, RP, SR, ST, WH και ευροτεσ πλοιον διαπερων εισ φοινικη επιβαντεσ ανηχθημεν ℵ ; και ευροντεσ πλοιο διαπερων εισ φοινικην επιβατεσ ανηχθημεν A ; και ευροντεσ πλοιον διαπερων εισ φοινεικην επιβαντεσ ανηχθημεν B ; και ευροντεσ πλοιον διαπερων εισ φοινικην επιβαντεσ ανηχθημεν C ; και ευροντεσ πλοιον διαπερων εισ φυνεικην* D (substitution)
3 Ἀναφάναντες δὲ τὴν Κύπρον, καὶ καταλιπόντες αὐτὴν εὐώνυμον, ἐπλέομεν εἰς Συρίαν καὶ κατήλθομεν εἰς Τύρον, ἐκεῖσε γὰρ τὸ πλοῖον ἦν ἀποφορτιζόμενον τὸν γόμον.
Ἀναφάναντες δὲ τὴν Κύπρον, καὶ καταλιπόντες αὐτὴν εὐώνυμον, ἐπλέομεν εἰς Συρίαν καὶ κατήλθομεν εἰς Τύρον, ἐκεῖσε γὰρ τὸ πλοῖον ἦν ἀποφορτιζόμενον τὸν γόμον. SR, WH αναφαναντεσ δε την κυπρον και καταλιποντεσ αυτην ευωνυμον επλεομεν εισ συριαν ϗ κατηλθομεν εισ τυρον εκεισε γαρ το πλοιον ην αποφορτιζομενον τον γομον ℵ ; αναφανεντεσ δε την κυπρον καταλειποντεσ αυτην ευωνυμον εισ συρια και κατηλθομεν εισ τυρον εκεισε γαρ το πλοιον ην αποφορτιζομενον τον γομον A ; αναφανεντεσ δε την κυπρον καταλειποντεσ αυτην ευωνυμον επλεομεν εισ συρια και κατηλθομεν εισ τυρον εκεισε γαρ το πλοιον ην αποφορτιζομενον τον γομον Ac ; αναφανατεσ δε την κυπρον και καταλιποντεσ αυτην ευωνυμον επλεομεν εισ συριαν και κατηλθομεν εισ τυρον εκεισε γαρ το πλοιον ην αποφορ|τιζομενον τον γομο B ; αναφανεντεσ δε την κυπρον και καταλιποντεσ αυτη ευωνυμον επλεομεν εισ συριαν \και κατηχθημεν εισ τυρον εκεισε γαρ το πλοιον ην αποφορτιζομενον τον γομον C ; Ἀναφάναντες δὲ τὴν Κύπρον, καὶ καταλιπόντες αὐτὴν εὐώνυμον, ἐπλέομεν εἰς Συρίαν, καὶ κατήχθημεν εἰς Τύρον: ἐκεῖσε γὰρ ἦν τὸ πλοῖον ἀποφορτιζόμενον τὸν γόμον. KJTR, ST ; Ἀναφανέντες δὲ τὴν Κύπρον, καὶ καταλιπόντες αὐτὴν εὐώνυμον, ἐπλέομεν εἰς Συρίαν, καὶ κατήχθημεν εἰς Τύρον· ἐκεῖσε γὰρ ἦν τὸ πλοῖον ἀποφορτιζόμενον τὸν γόμον. RP (substitution)
4 Ἀνευρόντες δὲ τοὺς μαθητὰς, ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά, οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ ˚Πνεύματος μὴ ἐπιβαίνειν εἰς Ἱεροσόλυμα.
Ἀνευρόντες δὲ τοὺς μαθητὰς, ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά, οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ ˚Πνεύματος μὴ ἐπιβαίνειν εἰς Ἱεροσόλυμα. SR, WH ανευροντεσ δε τουσ μαθητασ επεμιναμεν αυτου ημερασ επτα οιτινεσ τω παυλω ελεγον δια του πνσ μη επιβαινιν ισ ιεροσολυμα ℵ ; ανευροντεσ δε τουσ μαθητασ επεμειναμεν αυτοισ ημερασ επτα οιτεινεσ τω παυλω ελεγον δια του πνσ μη επιβαινειν εισ ιεροσολυμα A ; ανευροντεσ δε τουσ μαθητασ επεμειναμε αυτου ημερασ επτα οιτινεσ τω παυλω ελεγαν δια του πνευματοσ ελεγαν μη επιβαινειν εισ ιεροσολυμα B ; ανευροντεσ δε τουσ μαθητασ επεμειναμεν αυτου ημερασ επτα οιτινεσ τω παυλω ελεγον δια του πνσ μη επιβαινειν εισ ιεροσολυμα C ; Καὶ ἀνευρόντες μαθητάς, ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά: οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ Πνεύματος, μὴ ἀναβαίνειν εἰς Ἱερουσαλήμ. KJTR, RP ; καὶ ἀνευρόντες τοὺς μαθητὰς, ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά· οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ πνεύματος, μὴ ἀναβαίνειν εἰς Ἱερουσαλήμ. ST (substitution)
5 Ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα, προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις, ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν προσευξάμενοι,
ημας εξαρτισαι ] οτε δε εγενετο ημασ εξαρτισαι τασ ημερασ εξελθοντεσ επορευομεθα προπεμποτων ημασ παντω συν γυναιξι και τεκνοισ εξω τησ πο|λεωσ και θεντεσ τα γονατα προσευξαμενοι επι τον αιγιαλον προσευξαμενοι ℵ ; οτε δε εγενετο ημασ εξαρτισαι τασ ημερασ εξελθοντεσ επορευομεθα προπεμποτων ημασ παντω συν γυναιξι και τεκνοισ εξω τησ πο|λεωσ και θεντεσ τα γονατα επι τον αιγιαλον προσευξαμενοι ℵc ; οτε δε εγενετο \εξαρτισαι ημασ τασ ημερασ επορευομεθα προπεμποντω ημασ παντων συν γυναιξι και τεκνοισ εωσ εξω τησ πολεωσ και θεντεσ τα γονατα επι τον αιγιαλον προσευξαμενοι A ; οτε δε εγενετο εξαρτισαι ημασ τασ ημερασ εξελθοντεσ επορευομεθα προπεμποντων ημασ παντω συν γυναιξι και τεκνοισ εωσ εξω τησ πολεωσ και θεντεσ τα γονατα επι τον αιγιαλον προσευξαμενοι B ; οτε δε εγενετο ημασ εξαρτισαι τασ ημερασ εξελθοντεσ επορευομεθα προπεμποντων ημασ παντω συν γυναιξι και τεκνοισ εωσ εξω τησ πολεωσ και θεντεσ τα γονατα επι τον αιγιαλον προσευξαμενοι Bc ; οτε εγενετο ημασ εξαρτισαι τασ ημερασ εξελθοντεσ επορευομεθα προπεμποντων ημασ παντων συν γυναιξιν και τεκνοισ εωσ εξω τησ πολεωσ και θεντεσ τα γονατα επι τον αιγιαλον προσευξαμενοι C ; Ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα· προπεμπόντων ἡμᾶς, πάντων σὺν γυναιξὶ καὶ τέκνοις, ἕως ἔξω τῆς πόλεως: καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν, προσηυξάμεθα. KJTR, ST ; Ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα, προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶν καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως· καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν προσηυξάμεθα. RP ; ὅτε δὲ ἐγένετο ἐξαρτίσαι ἡμᾶς τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν προσευξάμενοι WH (substitution)
6 ἀπησπασάμεθα ἀλλήλους καὶ ἀνέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια.
ανεβημεν ] απησπασαμεθα αλληλουσ και ανεβημεν εισ το πλοιον εκεινοι δε υπεστρεψαν εισ τα ιδια ℵ ; απησπασμεθα αλληλουσ και ανεβημεν εισ το πλοιον εκεινοι δε υπεστρεψαν εισ τα ιδια A ; απησπασαμεθα αλληλουσ και ενεβημε εισ το πλοιον εκεινοι δε υπεστρεψαν εισ τα ιδια B ; απεσπασαμεθα αλληλουσ και ανεβημεν εισ το πλοιον εκεινοι δε υπεστρεψαν εισ τα ιδια C ; Καὶ ἀσπασάμενοι ἀλλήλους, ἐπέβημεν εἰς τὸ πλοῖον· ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια. KJTR, RP, ST ; ἀπησπασάμεθα ἀλλήλους, καὶ ἐνέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια. WH (substitution)
7 Ἡμεῖς δὲ, τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου, κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς, ἐμείναμεν ἡμέραν μίαν παρʼ αὐτοῖς.
Ἡμεῖς δέ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου, κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς, ἐμείναμεν ἡμέραν μίαν παρʼ αὐτοῖς. KJTR, RP, SR, ST, WH ημεισ δε τον πλου διανυσαντεσ απο τυρου κατηντησαμεν εισ πτολεμαιδαν και ασπασαμενοι τουσ αδελφουσ εμιναμεν ημεραν μιαν παρ αυτοισ ℵ ; ημεισ δε τον πλουν διανοισαντεσ απο τυρου κατεβημεν εισ πτολεμαιδα και ασπασαμενοι τουσ αδελφουσ επεμειναμεν ημεραν μιαν παρ αυτοισ A ; ημεισ δε τον πλου διανυσαντεσ απο τυρου κατηντησαμεν εισ πτολεμαιδα και ασπασαμενοι τουσ αδελφουσ εμειναμεν ημεραν μιαν παρ αυτοισ B ; ημεισ δε τον πλουν διανυσαντεσ απο τυρου κατηντησαμεν εισ πτολομαιδα και ασπασαμενοι τουσ αδελφουσ εμειναμεν ημεραν μιαν παρ αυτοισ C (substitution)
8 Τῇ δὲ ἐπαύριον, ἐξελθόντες ἤλθομεν εἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου, τοῦ εὐαγγελιστοῦ, ὄντος ἐκ τῶν ἑπτὰ, ἐμείναμεν παρʼ αὐτῷ.
ηλθομεν ] τη δε επαυριον εξελθοντεσσ ηλθομε εισ καισαριαν και εισελθοντεσ εισ το οικον φιλιππου του ευαγγελιστου οτοσ εκ των επτα εμειναμεν παρ αυτω ℵ ; τη δε επαυριον εξελθοντεσ ηλθομε εισ καισαριαν και εισελθοντεσ εισ το οικον φιλιππου του ευαγγελιστου οτοσ εκ των επτα εμειναμεν παρ αυτω ℵc ; τη δε επαυριον εξελθοντεσ ηλθομεν εισ καισαριαν και εισελθοντεσ εισ τον οικον φιλιππου του ευαγγελιστου οντοσ εκ των επτα εμειναμεν παρ αυτω A ; τη δε επαυριον εξελθοντεσ ηλθαμεν εισ καισαρεια και εισελθοντεσ εισ το οικον φιλιππου του ευαγγελιστου οντοσ εκ των επτα εμειναμεν παρ αυτω B ; τη δε επαυριον εξελθοντεσ ηλθομεν εισ καισαρειαν και εισελθοντεσ εισ τον οικον φιλιππου του ευαγγελιστου οντοσ εκ των επτα εμειναμεν παρ αυτω C ; Τῇ δὲ ἐπαύριον ἐξελθόντες οἱ περὶ τὸν Παῦλον, ἤλθομεν εἰς Καισάρειαν: καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, τοῦ ὄντος ἐκ τῶν ἑπτά· ἐμείναμεν παρʼ αὐτῷ. KJTR ; Τῇ δὲ ἐπαύριον ἐξελθόντες οἱ περὶ τὸν Παῦλον ἦλθον εἰς Καισάρειαν· καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, ὄντος ἐκ τῶν ἑπτά, ἐμείναμεν παρʼ αὐτῷ. RP ; ¶Τῇ δὲ ἐπαύριον ἐξελθόντες οἱ περὶ τὸν Παῦλον ἦλθον εἰς Καισάρειαν· καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ τοῦ ὄντος ἐκ τῶν ἑπτὰ, ἐμείναμεν παρʼ αὐτῷ. ST ; τῇ δὲ ἐπαύριον ἐξελθόντες ἤλθαμεν εἰς Καισαρίαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ ὄντος ἐκ τῶν ἑπτὰ ἐμείναμεν παρʼ αὐτῷ. WH (substitution)
καισαρειαν ] καισαριαν (substitution)
9 Τούτῳ δὲ ἦσαν θυγατέρες τέσσαρες παρθένοι, προφητεύουσαι.
Τούτῳ δὲ ἦσαν θυγατέρες τέσσαρες παρθένοι, προφητεύουσαι. SR, WH τουτω δε ησαν θυγατερεσ τεσσαρεσ παρθενοι προφητευουσαι A, B, ℵ ; τουτω δε ησαν παρθενοι θυγατερεσ τεσσαρεσ προφητευουσαι C ; Τούτῳ δὲ ἦσαν θυγατέρες, παρθένοι τέσσαρες, προφητεύουσαι. KJTR, RP, ST (substitution)
10 Ἐπιμενόντων δὲ ἡμέρας πλείους, κατῆλθέν τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἅγαβος,
Ἐπιμενόντων δὲ ἡμέρας πλείους, κατῆλθέν τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἅγαβος, SR, WH επιμενοντων δε αυτων ημερασ πλειουσ κατηλθεν τισ απο τησ ιουδαιασ προφητησ ονοματι αγαβοσ ℵ ; επιμενοντω δε ημερασ πλειουσ κατηλθεν τισ απο τησ ιουδαιασ προφητησ ονοματι αγαβοσ A, B ; επιμενοντων δε ημερασ πλειουσ κατηλθεν τισ απο τησ ιουδαιασ προφητησ ονοματι αγαβοσ C ; *προφητησ ονοματι αγαβοσ D ; Ἐπιμενόντων δὲ ἡμῶν ἡμέρας πλείους, κατῆλθέν τις ἀπὸ τῆς Ἰουδαίας προφήτης, ὀνόματι Ἅγαβος. KJTR, RP ; ¶Ἐπιμενόντων δὲ ἡμῶν ἡμέρας πλείους, κατῆλθέ τις ἀπὸ τῆς Ἰουδαίας προφήτης, ὀνόματι Ἅγαβος· ST (omission)
11 καὶ ἐλθὼν πρὸς ἡμᾶς, καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας, εἶπεν, “Τάδε λέγει τὸ ˚Πνεῦμα τὸ Ἅγιον: ‘Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτως δήσουσιν ἐν Ἰερουσαλὴμ οἱ Ἰουδαῖοι, καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν.’”
καὶ ἐλθὼν πρὸς ἡμᾶς, καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας, εἶπεν, “Τάδε λέγει τὸ ˚Πνεῦμα τὸ Ἅγιον: ‘Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτως δήσουσιν ἐν Ἰερουσαλὴμ οἱ Ἰουδαῖοι, καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν.’” SR, WH και ελθων προσ ημασ και αρασ την ζωνην του παυλου δησασ εαυτου τουσ ποδασ και τασ χιρασ ειπεν ταδε λεγι το πνα το αγιον τον ανδρα ου εστιν η ζωνη αυτη ουτωσ δησουσι εν ιερουσαλημ οι ιουδαιοι και παρα\δωσουσιν εισ τασ χιρασ εθνων ℵ ; και ελθων προσ ημασ και αρασ την ζωνην του παυλου δησασ εαυτου τουσ ποδασ και τασ χιρασ ειπεν ταδε λεγι το πνα το αγιον τον ανδρα ου εστιν η ζωνη αυτη ουτωσ δησουσι εν ιερουσαλημ οι ιουδαιοι και παρα\δωσουσιν εισ χιρασ εθνων ℵc ; και ελθων προσ ημασ και αρασ την ζωνη του παυλου δησασ εαυτου τασ χειρασ και τουσ ποδασ ειπεν ταδε λεγει το πνα το αγιον το ανδρα ου εστιν η ζωνη αυτη ουτωσ δησουσιν εν ιλημ οι ιουδαιοι και παραδω σου εισ χειρασ εθνων A ; και ελθων προσ ημασ και αρασ \την ζωνην του παυλου δησασ εαυτου τουσ ποδασ και τασ χειρασ ειπε ταδε λεγει το πνευμα το αγιον τον ανδρα ου εστιν η ζωνη αυτη ουτωσ δησουσιν εν ιερουσαλημ οι ιουδαιοι και παραδωσουσιν εισ χειρασ εθνων B ; και ελθων προσ ημασ και αρασ την ζωνην του παυλου δησασ εαυτου τουσ ποδασ και τασ χειρασ ειπεν ταδε λεγει το πνα το αγιον τον ανδρα ου εστιν η ζωνη αυτη ουτωσ δησουσιν εν ιλημ οι ιουδαιοι και παραδωσουσιν εισ χειρασ εθνων C ; ανελθων δε προσ ημασ και αρασ την ζωνην του παυλου δησασ εαυτου τουσ ποδασ και τασ χειρασ ειπε ταδε λεγει το πνα το αγιον τον ανδρα ου εστιν η ζωνη αυτη ουτωσ δησουσιν εισ ιερουσαλημ ιουδαιοι και παραδωσουσιν εισ χειρασ εθνων D ; Καὶ ἐλθὼν πρὸς ἡμᾶς, καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας τε αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας, εἶπεν, Τάδε λέγει τὸ Πνεῦμα τὸ Ἅγιον, Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, Οὕτως δήσουσιν ἐν Ἰερουσαλὴμ οἱ Ἰουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας Ἐθνῶν. KJTR ; Καὶ ἐλθὼν πρὸς ἡμᾶς, καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας τε αὐτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν, Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον, Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτως δήσουσιν ἐν Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι, καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. RP ; καὶ ἐλθὼν πρὸς ἡμᾶς, καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας τε αὑτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας, εἶπε, Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον, Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν ἐν Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι, καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. ST (substitution)
12 Ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι, τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἰερουσαλήμ.
Ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε, καὶ οἱ ἐντόπιοι, τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἰερουσαλήμ. KJTR, RP, SR, ST, WH ωσ δε ηκουσαμεν ταυτα παρεκαλουμεν ημισ τε και οι εντοπιοι του μη αναβαινιν αυτον εισ ιερουσαλημ ℵ ; ωσ δε ηκουσαμεν ταυτα παρεκαλουμεν ημεισ τε και οι εντοπιοι του μη αναβαινειν αυτον εισ ιλημ A ; ωσ δε ηκουσαμεν ταυτα παρεκαλουμεν ημεισ τε και οι εντοπιοι του μη αναβαινειν αυτον εισ ιερουσαλημ B ; ωσ δε ηκουσαμεν ταυτα παρεκαλουμεν ημεισ τε και οι ετοπιοι του μη αναβαινειν αυτον εισ ιλημ C ; ωσ δε ηκουσαμεν ταυτα παρακαλουμεν ημεισ και οι εντοπιοι τον παυλον του μη επιβαινειν αυτον εισ ιερουσαλημ D (substitution)
13 Τότε ἀπεκρίθη ὁ Παῦλος, “Τί ποιεῖτε, κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἰερουσαλὴμ, ἑτοίμως ἔχω, ὑπὲρ τοῦ ὀνόματος τοῦ ˚Κυρίου ˚Ἰησοῦ.”
τοτε απεκριθη παυλοσ τι ποιειτε κλαιοντεσ και συνθρυπτοντεσ μου την καρδιαν εγω γαρ ου μονον δεθηναι αλλα και αποθανειν εισ ιερουσαλημ ετοιμωσ εχω υπερ του ονοματοσ του κυ ιυ B ; τοτε απεκριθη ο παυλοσ τι ποιειτε κλαιοντεσ και συνθρυπτοντεσ μου την καρδιαν εγω γαρ ου μονον δεθηναι αλλα και αποθανειν εισ ιερουσαλημ ετοιμωσ εχω υπερ του ονοματοσ του κυ ιυ Bc ; Τότε ἀπεκρίθη ὁ Παῦλος, “Τί ποιεῖτε, κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἰερουσαλὴμ, ἑτοίμως ἔχω, ὑπὲρ τοῦ ὀνόματος τοῦ ˚Κυρίου ˚Ἰησοῦ.” SR, WH ; τοτε απεκριθη ο παυλοσ και ειπεν τι ποιειτε συνθρυπτοντεσ μου την καρδιαν εγω γαρ ου μονον δεθηναι αλλα και αποθανι εν ιερουσαλημ ετοιμωσ εχω υπερ του ονοματοσ του κυ ιυ ℵ ; τοτε απεκριθη ο παυλοσ και ειπεν τι ποιειτε συνθρυπτοντεσ μου την καρδιαν εγω γαρ ου μονον δεθηναι αλλα και αποθανι εισ ιερουσαλημ ετοιμωσ εχω υπερ του ονοματοσ του κυ ιυ ℵc ; τοτε απεκριθη ο παυλοσ και ειπεν τι ποιειτε κλαιοντεσ και συνθρυπτοντεσ μου την καρδιαν εγω γαρ ου μονον δεθηναι αλλα και αποθανειν ετοιμωσ εχω εισ ιλημ υπερ του ονοματοσ του κυ ιυ A ; τοτε απεκριθη δε ο παυλοσ τι ποιειτε κλαιοντεσ και συνθρυπτοντεσ μου την καρδιαν εγω γαρ ου μονον δεθηναι αλλα και αποθανειν εισ ιλημ ετοιμωσ εχω υπερ του ονοματοσ του κυ ιυ χυ C ; ειπεν δε προσ ημασ ο παυλοσ τι ποιειται κλαιοντεσ και θορυβουντεσ μου την καρδιαν εγω γαρ ου μονον δεθηναι βουλομαι αλλα και αποθανειν εισ ιερουσαλημ ετοιμωσ εχω υπερ του ονοματοσ του κυ ιηυ χρυ D ; Ἀπεκρίθη δὲ ὁ Παῦλος, Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἰερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ. KJTR, ST ; Ἀπεκρίθη τε ὁ Παῦλος, Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου Ἰησοῦ. RP (substitution)
14 Μὴ πειθομένου δὲ αὐτοῦ, ἡσυχάσαμεν εἰπόντες, “Τοῦ ˚Κυρίου τὸ θέλημα γινέσθω.”
Μὴ πειθομένου δὲ αὐτοῦ, ἡσυχάσαμεν εἰπόντες, “Τοῦ ˚Κυρίου τὸ θέλημα γινέσθω.” SR, WH μη πιθομενου δε αυτου ησυχασαμεν ειποντεσ του κυ το θελημα γεινεσθω ℵ ; μη πειθομενου δε αυτου ησυχασαμεν ειποντεσ του κυ το θελημα γεινεσθω A ; μη πειθομενου δε αυτου ησυχασαμεν ειποτεσ του κυ το θελημα γεινεσθω B ; μη πιθομενου δε αυτου ησυχασαμεν ειποντεσ του κυ το θελημα γινεσθω C ; μη πειθομενου δε αυτου ησυχασαμεν οι ειποντεσ προσ αλληλουσ το θελημα του θυ γεινεσθω D ; Μὴ πειθομένου δὲ αὐτοῦ, ἡσυχάσαμεν, εἰπόντες, Τὸ θέλημα τοῦ Κυρίου γενέσθω. KJTR, RP, ST (substitution)
15 Μετὰ δὲ τὰς ἡμέρας ταύτας, ἐπισκευασάμενοι, ἀνεβαίνομεν εἰς Ἱεροσόλυμα.
¶Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἀποσκευασάμενοι ἀνεβαίνομεν εἰς Ἱερουσαλήμ. ST ; ¶Μετὰ δὲ τὰς ἡμέρας ταύτας, ἐπισκευασάμενοι, ἀνεβαίνομεν εἰς Ἱεροσόλυμα. SR, WH ; μετα δε τασ ημερασ ταυτασ επισκευασαμενον εισ ιεροσολυμα ℵ ; μετα δε τασ ημερασ ταυτασ επισκευασαμενοι αναιβαινομε εισ ιεροσολυμα A ; μετα δε τασ ημερασ ταυτασ επισκευασαμενοι ανεβαινομεν εισ ιεροσολυμα B ; μετα δε τασ ημερασ ταυτασ παρασκευασαμενοι αναβαινομεν εισ ιεροσολυμα C ; μετα δε τινασ ημερασ αποταξαμενοι αναβαινομεν εισ ιεροσολυμα D ; Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς Ἱερουσαλήμ. KJTR, RP (substitution)
16 Συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρʼ ᾧ ξενισθῶμεν Μνάσωνί, τινι Κυπρίῳ ἀρχαίῳ μαθητῇ.
καισαρειας ] συνηλθον δε και των μαθητων απο καισαριασ συν ημιν αγοντεσ παρ ω ξενισθωμεν ιασονι τινι κυπριω αρχαιω μαθητη ℵ ; συνηλθον δε και των μαθητων απο καισαριασ συν ημιν αγοντεσ παρ ω ξενισθωμεν μνασωνι κυπριω |αρχαιω μαθητη A ; συνηλθον δε και των μαθητων απο καισαριασ συν ημιν αγοντεσ παρ ω ξενισθωμεν μνασωνι τινι κυπριω |αρχαιω μαθητη Ac ; συνηλθον δε και των μαθητων απο καισαρειασ συν ημιν αγοντεσ παρ ω ξενισθωμεν μνασω τινι κυπριω αρχαιω μαθητη B ; συνηλθον δε και των μαθητω απο καισαρειασ συν ημιν αγοντεσ παρ ω ξενισθωμεν μνασωνι τινι κυπριω αρχαιω μαθητη C ; εκ κεσαρειασ*8 D ; συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρίας σὺν ἡμῖν, ἄγοντες παρʼ ᾧ ξενισθῶμεν Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ. WH (omission)
17 Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα, ἀσμένως ἀπεδέξαντο ἡμᾶς οἱ ἀδελφοί.
¶Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα, ἀσμένως ἀπεδέξαντο ἡμᾶς οἱ ἀδελφοί. SR, WH γενομενων δε ημων ισ ιεροσολυμα ασμενωσ απεδεξαντο ημασ οι αδελφοι ℵ ; γενομενων δε ημων εισ ιεροσολυμα ασμενωσ απεδεξαντο ημασ οι αδελφοι A, C ; γενομενω δε ημων εισ ιεροσολυμα ασμενωσ απεδεξατο ημασ οι αδελφοι B ; Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα, ἀσμένως ἐδέξαντο ἡμᾶς οἱ ἀδελφοί. KJTR, RP, ST (substitution)
18 Τῇ δὲ ἐπιούσῃ, εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι.
Τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον· πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. KJTR, RP, SR, ST, WH τη τε επιουση εισηει ο παυλοσ συν ημιν προσ ιακωβο παντεσ τε παρεγενοντο οι πρεσβυτεροι ℵ ; τη τε επιουση εισηει ο παυλοσ συν ημιν προσ ιακωβον παντεσ τε παρεγενοτο οι πρεσβυτεροι A ; τη δε επιουση εισηει ο παυλοσ συν ημιν προσ ιακωβον παντεσ τε παρεγε|νοντο οι πρεσβυτεροι B, C ; *ησαν δε παρ αυτω οι πρεσβυτεροι συνηγμενοι D (omission)
19 Καὶ ἀσπασάμενος αὐτοὺς, ἐξηγεῖτο καθʼ ἓν ἕκαστον, ὧν ἐποίησεν ὁ ˚Θεὸς ἐν τοῖς ἔθνεσιν διὰ τῆς διακονίας αὐτοῦ.
Καὶ ἀσπασάμενος αὐτούς, ἐξηγεῖτο καθʼ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς Ἔθνεσιν διὰ τῆς διακονίας αὐτοῦ. KJTR, RP, SR, WH και ασπασαμενοσ αυτουσ εξηγειτο καθ εν εκαστον ων εποιησεν ο θσ εν τοισ εθνε|σιν τησ διακονιασ αυτου ℵ ; και ασπασαμενοσ αυτουσ εξηγειτο καθ εν εκαστον αυτων ων εποιησεν ο θσ εν τοισ εθνεσιν δια τησ διακονειασ αυτου A ; και ασπασαμενοσ αυτουσ εξηγειτο καθ εν εκαστον ων εποιησεν ο θσ εν τοισ εθνεσιν δια τησ διακονειασ αυτου Ac ; και ασπασαμενοσ αυτουσ εξηγειτο καθ εν εκαστο ων εποιησεν ο θσ εν τοισ εθνεσιν δια τησ διακονιασ αυτου B ; και ασπασαμενοσ αυτου εξηγειτο καθ εν εκαστον ων εποιησεν ο θσ εν τοισ εθνεσιν δια τησ διακονιασ αυτου C ; ουσ ασπαμενοσ διηγειτο ενα εκαστον ωσ εποιησεν ο θσ τοισ εθνεσιν δια τησ διακονιασ αυτου D ; καὶ ἀσπασάμενος αὐτοὺς, ἐξηγεῖτο καθʼ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ. ST (substitution)
20 Οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν ˚Θεόν, εἶπόν τε αὐτῷ, “Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ἐν τοῖς Ἰουδαίοις τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν.
ειπον ] οι δε ακουσαντεσ εδοξασαν τον θν ειπαν τε αυτω θεωρισ αδελφε ποσαι μυριαδεσ εισιν των πεπιστευκοτων και παντεσ ζηλωται του νομου υπαρχουσιν ℵ ; οι δε ακουσατεσ εδοξαζον τον θν ειπον τε αυτω θεωρεισ αδελφε ποσαι μυριαδεσ εισιν εν τοισ ιουδαιοισ των πεπιστευκοτω και παντεσ ζηλωται του νομου υπαρχουσιν A ; οι δε ακουσαντεσ εδοξαζον το θν ειπον τε αυτω θεωρεισ αδελφε ποσαι μυριαδεσ εισιν εν τοισ ιουδαιοισ των πεπιστευκοτων και παντεσ ζηλωται του νομου υπαρχουσιν B ; οι δε ακουσαντεσ εδοξαζον τον θν ειποντεσ αυτω θεωρεισ αδελφε ποσαι μυριαδεσ εισιν εν τοισ ιουδαιοισ των πεπιστευκοτων και παντεσ ζηλωται του νομου υπαρχουσιν C ; οι δε ακουσαντεσ εδοξασαν τον κν ειποντεσ θεωρεισ αδελφε ποσαι μυριαδεσ ειεισιν εν τη ιουδαια των πεπιστευκοτων και παντεσ τουτοι ζηλωται του νομου υπαρχουσι D ; Οἱ δὲ ἀκούσαντες, ἐδόξαζον τὸν Κύριον, εἶπόν τε αὐτῷ, Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων· καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν: KJTR ; Οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν κύριον, εἰπόντες αὐτῷ, Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων· καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν· RP ; οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν Κύριον· εἶπόν τε αὐτῷ, Θεωρεῖς ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων; καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσι· ST ; οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν θεόν, εἶπάν τε αὐτῷ Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ἐν τοῖς Ἰουδαίοις τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν· WH (substitution)
21 Κατηχήθησαν δὲ περὶ σοῦ, ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, μηδὲ τοῖς ἔθεσιν περιπατεῖν.
κατηχήθησαν δὲ περὶ σοῦ, ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, μηδὲ τοῖς ἔθεσιν περιπατεῖν. RP, SR, WH κατηχηθησαν περι σου οτι αποστασιαν διδασκισ απο μωυσεωσ τουσ κατα τα εθνη παντασ ιουδαιουσ λεγω μη περιτεμνι αυτουσ τα τεκνα μηδε τοισ εθεσιν περιπατιν ℵ ; κατηχηθησαν δε περι σου οτι αποστασιαν διδασκεισ απο μωσεωσ τουσ κατα τα εθνη ιουδαιουσ λεγω μη περιτεμνειν αυτουσ τα τεκνα μηδε τοισ εθεσι περιπατει A ; κατηχηθησα δε περι σου οτι αποστασιαν διδασκεισ απο μωυσεωσ τουσ κατα τα εθνη παντασ ιουδαιουσ λεγων μη περιτεμνει αυτουσ τα τεκνα μηδε τοισ εθεσιν περιπατειν B ; κατηχηθησαν δε περι σου οτι αποστασιαν διδασκεισ απο μωυσεωσ τουσ κατα τα εθνη παντασ ιουδαιουσ λεγων μη περιτεμνειν αυτουσ τα τεκνα μηδε τοισ εθεσιν περιπατειν C ; κατηκησαν δε περει σου οτι αποστασιαν διδασκεισ απο μωσεωσ τουσ κατα εθνη εισιν ιουδαιοισ μη περιτεμνειν αυτουσ τα τεκνα μητε εν τοισ εθνεσιν αυτου περιπατειν D ; Κατηχήθησαν δὲ περὶ σοῦ, ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωσέως τοὺς κατὰ τὰ Ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, μηδὲ τοῖς ἔθεσιν περιπατεῖν. KJTR ; κατηχήθησαν δὲ περὶ σοῦ, ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, μηδὲ τοῖς ἔθεσι περιπατεῖν. ST (substitution)
22 Τί οὖν ἐστιν; Πάντως ἀκούσονται ὅτι ἐλήλυθας.
τι ουν εστιν παντωσ ακουσονται οτι εληλυθασ C ; Τί οὖν ἐστιν; Πάντως ἀκούσονται ὅτι ἐλήλυθας. SR, WH ; τι ουν εστι παντωσ δει συνελθειν πληθοσ ακουσονται εληλυθασ ℵ ; τι ουν εστιν παντωσ δει συνελθειν πληθοσ ακουσονται γαρ οτι εληλυθασ A ; τι ουν εστιν παντωσ ακουσονται οτι εληλυθεσ B ; τι ουν εστιν παντωσ δει πληθοσ συνελθειν ακουσονται γαρ οτι εληλυθασ D ; Τί οὖν ἐστιν; πάντως δεῖ πλῆθος συνελθεῖν: ἀκούσονται γὰρ ὅτι ἐλήλυθας. KJTR, RP ; τί οὖν ἐστι; πάντως δεῖ πλῆθος συνελθεῖν· ἀκούσονται γὰρ ὅτι ἐλήλυθας. ST (addition)
23 Τοῦτο οὖν ποίησον, ὅ σοι λέγομεν. Εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες, εὐχὴν ἔχοντες ἀφʼ ἑαυτῶν.
εφ ] τουτο ουν ποιησο ο σοι λεγομεν εισι ημιν ανδρεσ τεσσαρεσ ευχην εχοτεσ αφ εαυτων ℵ ; τουτο ουν ποιησον ο σοι λεγομεν εισι ημιν ανδρεσ τεσσαρεσ ευχη εχοντεσ εφ εαυτων A ; τουτο ουν ποιησον ο σοι λεγομε εισιν ημιν ανδρεσ τεσσαρεσ ευχην εχοντεσ αφ εαυτων B ; τουτο ουν ποιησον ο σοι λεγομεν εισιν ημιν ανδρεσ τεσσαρεσ ευχην εχοντεσ εφ εαυτων C ; τουτο ουν ποιησον ο σοι λεγομεν εισιν ημειν ανδρεσ τεσσαρεσ ευχην εχοντεσ εφ εαυτων D ; Τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν: Εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ἐφʼ ἑαυτῶν· KJTR, RP, ST (substitution)
24 Τούτους παραλαβὼν, ἁγνίσθητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπʼ αὐτοῖς, ἵνα ξυρήσονται τὴν κεφαλήν, καὶ γνώσονται πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς, φυλάσσων τὸν νόμον.
Τούτους παραλαβὼν, ἁγνίσθητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπʼ αὐτοῖς, ἵνα ξυρήσονται τὴν κεφαλήν, καὶ γνώσονται πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς, φυλάσσων τὸν νόμον. SR, WH τουτουσ παραλαβων αγνισθητι συν αυτοισ και δαπανησο επ αυτοισ ινα ξυρησονται την κεφαλην και γνωσονται παντεσ οτι ων κατηχηνται περι σου ουδεν εστιν αλλα στοιχεισ και αυτοσ φυλασσων τον νομον ℵ ; τουτουσ παραβων αγνισθητι συν αυτουσ και δαπανησον επ αυτουσ ινα ξυρησωνται την κεφαλη και γνωσονται παντεσ οτι ω κατηχηνται περι σου ουδεν εστιν αλλα και στοιχεισ και αυτοσ φυλασσων τον νομον A ; τουτουσ παραλαβων αγνισθητι συν αυτοισ και δαπανησον επ αυτουσ ινα ξυρησωνται την κεφαλη και γνωσονται παντεσ οτι ω κατηχηνται περι σου ουδεν εστιν αλλα και στοιχεισ και αυτοσ φυλασσων τον νομον Ac ; τουτουσ παραλαβων αγνισθητι συν αυτοισ και δαπανησον επ αυτοισ ινα ξυρησονται την κεφαλην και γνωσονται παντεσ οτι ων κατηχηνται περι σου ουδεν εστιν αλλα στοιχεισ και αυτοσ φυλασσων τον νομον B ; τουτουσ παραλαβων αγνισθητι συν αυτοισ και δαπανησον επ αυτοισ ινα ξυρησωνται την κεφαλην και γνωσονται παντεσ οτι περι ων κατηχηνται περι σου ουδεν εστιν αλλα στοιχεισ και αυτοσ φυλασσων τον νομο C ; τουτουσ παραλαβων αγνισθητι συν αυτοισ και δαπανησον εισ αυτουσ ινα ξυρωνται την κεφαλην και γνωσονται παντεσ οτι ων κατηχηνται περι ου ουδεν εστιν αλλ οτι πορευου αυτοσ φυλασσων τον νομο D ; Τούτους παραλαβὼν, ἁγνίσθητι σὺν αὐτοῖς, καὶ δαπάνησον ἐπʼ αὐτοῖς, ἵνα ξυρήσωνται τὴν κεφαλήν: καὶ γνῶσιν πάντες ὅτι, ὧν κατήχηνται περὶ σοῦ, οὐδέν ἐστιν· ἀλλὰ στοιχεῖς, καὶ αὐτὸς τὸν νόμον φυλάσσων. KJTR, RP ; τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς, καὶ δαπάνησον ἐπʼ αὐτοῖς, ἵνα ξυρήσωνται τὴν κεφαλὴν, καὶ γνῶσι πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς τὸν νόμον φυλάσσων. ST (substitution)
25 Περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν, ἡμεῖς ἀπεστείλαμεν κρίναντες φυλάσσεσθαι αὐτοὺς, τό τε εἰδωλόθυτον, καὶ αἷμα, καὶ πνικτὸν, καὶ πορνείαν.”
επεστειλαμεν ] περι δε των πεπιστευκοτων εθνων ημεισ επεστιλαμε κριναντεσ φυλασσεσθαι αυτουσ το τε ειδωλοθυτον και αιμα και πνικτον και πορνιαν ℵ ; περι δε των πεπιστευκοτω εθνων ημεισ επεκρειναμε κριναντεσ φυλασσεσθαι αυτουσ το τε ειδωλοθυτον και αιμα και πνικτον και πορνειαν A ; περι δε των πεπιστευκοτω εθνων ημεισ επεστειλαμε κριναντεσ φυλασσεσθαι αυτουσ το τε ειδωλοθυτον και αιμα και πνικτον και πορνειαν Ac ; περι δε των πεπιστευκοτων εθνων ημεισ απεστειλαμεν κρειναντεσ φυλασσεσθαι αυτουσ το τε ειδωλοθυτον και |αιμα και πνικτον και πορνειαν B ; περι δε των πεπιστευκοτων εθνων ημεισ απεστειλαμεν κριναντεσ μηδεν τοιουτο τηρειν αυτουσ ει μη φυλασσεσθαι αυτουσ το τε ειδωλοθυτον και αιμα και πνικτον και πορνειαν C ; περι δε των πεπιστευκοτων εθνων ουδεν εχουσι λεγειν προσ σε ημεισ γαρ απεστειλαμεν κρεινοντεσ μηδεν τοιουτον τηρειν αυτουσ ει μη φυλασσεσθαι αυτουσ το εδωλοθυτον και αιμα και πορνειαν D ; Περὶ δὲ τῶν πεπιστευκότων Ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν, κρίναντες μηδὲν τοιοῦτον τηρεῖν αὐτούς, εἰ μὴ φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον, καὶ τό αἷμα, καὶ πνικτὸν, καὶ πορνείαν. KJTR, RP, ST (substitution)
26 Τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας, τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς, εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά.
Τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας, τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά. KJTR, RP, SR, ST, WH |τοτε ο παυλοσ παραλαβων τουσ ανδρασ τη εχομενη ημερα συν αυτοισ αγνισθεισ εισηει εισ το ιερον διαγγελλων την εκπληρωσιν των ημερων του αγνισ εωσ ου προσηνεχθη υπερ ενοσ εκαστου αυτων η προσφορα ℵ ; τοτε ο παυλοσ παραλαβων τουσ ανδρασ τη εχομενη ημερα συν αυτοισ αγνισθεισ εισηει εισ το ιερον διαγγελλων τη εκπληρωσιν των ημερων του αγνισμου εωσ ου προσηνεχθη υπερ ενοσ εκαστου αυτω η προσφορα A ; τοτε ο παυλοσ παραλαβων τουσ ανδρασ τη εχομενη ημερα συν αυτοισ αγνισθεισ εισηει εισ το ιερο διαγγελλων την εκπληρωσιν των ημερων του αγνισμου εωσ ου προσηνεχθη υπερ ενοσ εκαστου αυτων η προσφορα B ; τοτε ο παυλοσ παραλαβων τουσ ανδρασ τη εχομενη ημερα συν αυτοισ αγνισθεισ εισηει εισ το ιερον διαγγελλων την εκπληρωσιν των ημερων του αγνισμου εωσ ου προσηνεχθη υπερ ενοσ εκαστου αυτων η προσφορα C ; τοτε παυλοσ παραλαβων τουσ ανδρασ τη επιουση ημερα συν αυτοισ αγνεισθεισ εισηλθεν εισ το ιερον διαγγελλων την εκπληρωσιν των ημερω του αγνισμου οπωσ προσηνεχθη υπερ ενοσ εκαστου αυτων προσφορα D (substitution)
27 Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ, συνέχεον πάντα τὸν ὄχλον, καὶ ἐπέβαλον ἐπʼ αὐτὸν τὰς χεῖρας
επεβαλον ] ωσ δε εμελλον αι επτα ημεραι συντελισθαι οι απο τησ ασιασ ιουδαιοι θεασαμενοι αυτο εν τω ιερω συνεχεον παντα τον οχλον και επεβαλα επ αυτον τασ χιρασ ℵ ; ωσ δε εμελλον αι επτα ημεραι συντελεισθε οι απο τησ ασιασ ιουδαιοι θεασαμενοι αυτον εν τω ιερω \συνεχεον παντα τον οχλον και επεβαλαν επ αυτον τασ χειρασ A ; ωσ δε εμελλον αι επτα ημεραι συντελεισθαι οι απο τησ ασιασ ιουδαιοι θεασαμενοι αυτο εν τω ιερω συνεχεον παντα τον οχλον και επεβαλον επ αυτον τασ χειρασ B ; ωσ δε εμελλον αι επτα ημεραι συντελεισθαι θεασαμενοι αυτον εν τω ιερω οι απο τησ ασιασ ιουδαιοι συνεχεαν παντα τον οχλον και επεβαλον επ αυτον τασ χειρασ C ; συντελουμενησ δε τησ εβδομησ ημερασ οι δε α τησ ασιασ ιουδαιοι εληλυθοτεσ θεασαμενοι αυτον εν τω ιερω συνεχεον παντα τον οχλον και επιβαλλουσιν επ αυτον τασ χειρασ D ; Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ, συνέχεον πάντα τὸν ὄχλον, καὶ ἐπέβαλον τὰς χεῖρας ἐπʼ αὐτόν, KJTR, RP, ST ; ¶Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ συνέχεον πάντα τὸν ὄχλον καὶ ἐπέβαλαν ἐπʼ αὐτὸν τὰς χεῖρας, WH (substitution)
28 κράζοντες, “Ἄνδρες, Ἰσραηλῖται, βοηθεῖτε! Οὗτός ἐστιν ὁ ἄνθρωπος, ὁ κατὰ τοῦ λαοῦ, καὶ τοῦ νόμου, καὶ τοῦ τόπου τούτου πάντας πανταχῇ διδάσκων, ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν, καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον.”
κράζοντες, “Ἄνδρες, Ἰσραηλῖται, βοηθεῖτε! Οὗτός ἐστιν ὁ ἄνθρωπος, ὁ κατὰ τοῦ λαοῦ, καὶ τοῦ νόμου, καὶ τοῦ τόπου τούτου πάντας πανταχῇ διδάσκων, ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν, καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον.” SR κραζοντεσ ανδρεσ ισδραηλειται βοηθιται ουτοσ εστιν ο ανθρωποσ ο κατα του λαου και του νομου και του τοπου τουτουσ παντασ πανταχη διδασκων ετι τε και ελληνασ εισηγαγεν εισ το ιερον και κεκοινωνκεν τον αγιον τοπον τουτο ℵ ; κραζοντεσ ανδρεσ ισδραηλειται βοηθιται ουτοσ εστιν ο ανθρωποσ ο κατα του λαου και του νομου και του τοπου τουτου παντασ πανταχη διδασκων ετι τε και ελληνασ εισηγαγεν εισ το ιερον και κεκοινωκεν τον αγιον τοπον τουτο ℵc ; κραζοντεσ ανδρε ισραηλειτε βοηθειτε ουτοσ εστιν ο ανοσ ο κατα του λαου και του νομου και του τοπου του αγιου τουτου παντασ πανταχη διδασκων ετι τε και ελληνασ εισηγαγεν εισ το ιερον και κεκοινωκεν τον αγιον τοπον τουτο A ; κραζοντεσ ανδρεσ ισραηλειται βοηθειται ουτοσ εστιν ο ανθρωποσ ο κατα του λαου και του νομου και του τοπου τουτου πατασ πανταχη διδασκω ετι τε και ελληνασ εισηγαγεν εισ το ιερον και κεκοινωκεν τον αγιον τοπον τουτον B ; κραζοντεσ ανδρεσ ισραηλιται βοηθειται ουτοσ εστιν ο ανοσ ο κατα του λαου και του νομου και του τοπου τουτου παντασ πανταχη διδασκων ετι τε και ελληνασ εισηγαγεν εισ το ιερο και κεκοινωκεν τον αγιον τοπον τουτον C ; κραζοντεσ ανδρεσ ιστραηλειται βοηθειται ουτοσ εστιν ο ανθρωποσ ο κατα του λαου και του νομου και του τοπου τουτου παντασ πανταχη διδασκων ετι και ελληνασ εισηγεν ισ ιερον και εκοινωνησεν τον αγιον τοπον τουτον D ; Κράζοντες, Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε: Οὗτός ἐστιν ὁ ἄνθρωπος, ὁ κατὰ τοῦ λαοῦ, καὶ τοῦ νόμου, καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦ διδάσκων: ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερόν, καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον. KJTR, RP ; κράζοντες, Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦ διδάσκων. ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν, καὶ κεκοίνωκε τὸν ἅγιον τόπον τοῦτον. ST ; κράζοντες Ἄνδρες Ἰσραηλεῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχῇ διδάσκων, ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον. WH (substitution)
29 Ἦσαν γὰρ προεωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος.
(Ἦσαν γὰρ προεωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος.) KJTR, SR, ST, WH ησαν γαρ προεωρακοτεσ τροφιμο εφεσιον εν τη πολει συν αυτω ον ενομιζον οτι εισ το ιερον εισηγαγεν ο παυλοσ ℵ ; ησαν γαρ προεωρακοτεσ τροφιμον τον εφεσιον εν τη πολει συν αυτω ον ενομιζον οτι εισ το ιερον εισηγαγεν ο παυλοσ A, C ; ησα γαρ προεωρακοτεσ τροφιμον τον εφεσιον ε τη πολει συν αυτω ον ενομιζον οτι εισ το ιερον εισηγαγεν ο παυλοσ B ; ησαν γαρ προεωρακοτεσ τροφιμον τον εφεσιον εν τη πολει συν αυτω ον ενομισαμεν οτι εισ το ιερον εισηγαγεν παυλοσ D ; Ἦσαν γὰρ ἑωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. RP (substitution)
30 Ἐκινήθη τε ἡ πόλις ὅλη, καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ Παύλου, εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι.
εκεινηθη τε η πολισ ολη και εγενετο συνδρομη του λαου και επιλαβομενοι του παυλου ειλκον αυτον εξω του |ιερου εκλισθη ευθεωσ ℵ ; Ἐκινήθη τε ἡ πόλις ὅλη, καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ: καὶ ἐπιλαβόμενοι τοῦ Παύλου, εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ: καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. KJTR, RP, SR, ST, WH ; εκεινηθη τε η πολισ ολη και εγενετο συνδρομη του λαου και επιλαβομενοι του παυλου ειλκον αυτον εξω του |ιερου εκλισθησαν ευθεωσ ℵc ; εκεινηθη τε η πολεισ ολη και εγενετο συνδρομη του λαου και επιλαβομενοι του παυλου ειλκον αυτον εξω του ιερου και ευθεωσ εκλεισθησαν αι θυραι A ; εκεινηθη τε η πολισ ολη και εγενετο συνδρομη του λαου και επιλαβομενοι του παυλου ειλκον αυτον εξω του ιερου και ευθεωσ εκλεισθησαν αι θυραι B, C ; εκεινηθη τε η πολισ ολη και εγενετο συνδρομη του λαου και επιλαβομενοι του παυλου ειλκων εξω του ιερου και ευθεωσ εκλεισθησαν αι θυραι D (substitution)
31 Ζητούντων τε αὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης, ὅτι ὅλη συγχύννεται Ἰερουσαλήμ,
Ζητούντων τε αὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης, ὅτι ὅλη συγχύννεται Ἰερουσαλήμ, SR ζητουντων τε αυτον αποκτιναι ανεβη φασισ τω χιλιαρχω τησ σπιρησ οτι ολη συνχυννεται ιηλμ ℵ ; ζητουντων τε αυτο αποκτειναι ανεβη φασεισ τω χειλιαρχω τησ σπειρησ οτι ολη συνχυννεται ιλημ A ; ζητουτων τε αυτον αποκτει\ναι ανεβη φασισ τω χειλιαρχω τησ σπειρησ οτι ολη συγχυννεται ιερουσαλημ B ; και ζητουντων αυτον αποκτειναι ανεβη φασισ τω χιλιαρχω τησ σπειρησ οτι ολη συνχυννεται ιερουσαλημ D ; Ζητούντων δὲ αὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης, ὅτι ὅλη συγκέχυται Ἰερουσαλήμ. KJTR, RP, ST ; Ζητούντων τε αὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη συνχύννεται Ἰερουσαλήμ, WH (substitution)
32 ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχας, κατέδραμεν ἐπʼ αὐτούς, οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.
οσ εξαυτησ παραλαβων στρατιωτασ και εκατονταρχασ κατεδραμεν επ αυτουσ οι δε ειδοντεσ τον χειλιαρχον και του στρατιωτασ επαυσαντο τυπτοντεσ τον παυλον D ; ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχας, κατέδραμεν ἐπʼ αὐτούς, οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἐπαύσαντο τύπτοντες τὸν Παῦλον. SR, WH ; οσ εξαυτησ παραλαβων στρατιωτασ και εκατονταρχασ κατεδραμε επ αυτουσ οι δε ιδοτεσ τον χιλιαρχο και τουσ στρατιωτασ επαυσαντο τυπτοντεσ τον παυλον ℵ ; οσ εξαυτησ παραλαβων στρατιωτασ και εκατονταρχασ κατεδραμεν επ αυτουσ οι δε ιδοντεσ τον χιλιαρχον και τουσ στρατιωτασ επαυσαντο τυπτοντεσ τον παυλον A ; οσ εξαυτησ λαβων στρατιωτασ και εκατονταρχασ κατεδραμεν επ αυτουσ οι δε ιδοντεσ τον χειλιαρχο και τουσ στρατιωτασ επαυσαντο τυπτοντεσ τον παυλον B ; Ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχους, κατέδραμεν ἐπʼ αὐτούς: οἱ δέ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἐπαύσαντο τύπτοντες τὸν Παῦλον. KJTR, RP, ST (substitution)
33 Τότε ἐγγίσας, ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ, καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί, καὶ ἐπυνθάνετο τίς εἴη καὶ τί ἐστιν πεποιηκώς.
Τότε ἐγγίσας, ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ, καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί, καὶ ἐπυνθάνετο τίς εἴη καὶ τί ἐστιν πεποιηκώς. SR, WH τοτε εγγισασ ο χιλιαρχοσ επελαβετο αυτου και εκελευσε δεθηναι αλυσεσι δυσι και επυθανετο τισ ειη και τι εστιν πεποιηκωσ A, ℵ ; τοτε εγγισασ ο χιλιαρχοσ επελαβετο αυτου και εκελευσε δεθηναι αλυσεσι δυσι και επυνθανετο τισ ειη και τι εστιν πεποιηκωσ B ; τοτε εγγισασ ο χιλιαρχοσ επελαβετο αυτου και εκελευσεν δεθηναι αλυσεσιν δυσιν και επυνθανετο τισ ειη και τισ εστιν πεποικωσ D ; Τότε ἐγγίσας ὁ χιλίαρχος, ἐπελάβετο αὐτοῦ, καὶ ἐκέλευσεν δεθῆναι ἁλύσεσιν δυσίν· καὶ ἐπυνθάνετο τίς ἂν εἴη, καὶ τί ἐστιν πεποιηκώς. KJTR ; Ἐγγίσας δὲ ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ, καὶ ἐκέλευσεν δεθῆναι ἁλύσεσιν δυσίν· καὶ ἐπυνθάνετο τίς ἂν εἴη, καὶ τί ἐστιν πεποιηκώς. RP ; Τότε ἐγγίσας ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ, καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί· καὶ ἐπυνθάνετο τίς ἂν εἴη καὶ τί ἐστι πεποιηκώς. ST (substitution)
34 Ἄλλοι δὲ, ἄλλο τι ἐπεφώνουν ἐν τῷ ὄχλῳ. Μὴ δυναμένου δὲ αὐτοῦ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον, ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν.
Ἄλλοι δὲ, ἄλλο τι ἐπεφώνουν ἐν τῷ ὄχλῳ. Μὴ δυναμένου δὲ αὐτοῦ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον, ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν. SR, WH αλλοι δε αλλο τι επεφωνουν εν τω οχλω μη δυναμενου δε αυτου γνωναι το ασφαλεσ δια τον θορυβον εκελευσεν αγεσθαι αυτον εισ την παρεμβολην A, ℵ ; αλλοι δε αλλο τι επεφωνουν εν τω οχλω μη δυναμενου δε αυτου γνωναι το ασφαλεσ δια τον θορυβον εκελευσεν αγεσθαι αυτο εισ την παρεμβολην B ; αλλοι δε αλλα επεφωνουν εν τω οχλω και μη δυναμενου αυτου γνωναι το ασφαλεσ δια τον θορυβον εκελευσε αγεσθαι αυτον εισ την παρεμβολη D ; Ἄλλοι δὲ ἄλλο τι ἐβόων ἐν τῷ ὄχλῳ: μὴ δυνάμενος δὲ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον, ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν. KJTR, RP, ST (substitution)
35 Ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν, διὰ τὴν βίαν τοῦ ὄχλου.
Ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη, βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου. KJTR, RP, SR, ST, WH οτε δε εγενετο επι τουσ αναβαθμουσ συνεβη βασταζεσθαι αυτο υπο των στρατιωτων δια την βιαν του οχλου ℵ ; οτε δε εγενετο επι τουσ αναβαθμουσ συνεβη βασταζεσθαι αυτον υπο των στρατιωτων δια την βιαν του οχλου A, B ; οτε δε εγενετο εισ τουσ αναβαθμουσ συνεβη τον παυλον βασταζεσθαι υπο των στρατιωτων δια την βιαν του λαου D (substitution)
36 Ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζοντες, “Αἶρε αὐτόν.”
Ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζοντες, “Αἶρε αὐτόν.” SR, WH ηκολουθι γαρ το πληθοσ του λαου κραζοντεσ αιρε αυτον ℵ ; ηκολουθει γαρ το πληθοσ του λαου κραζοντεσ αιρε αυτον A, B ; ηκολουθι γαρ το πληθοσ κραζον αναιρεισθαι αυτον D ; Ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ, κρᾶζον, Αἶρε αὐτόν. KJTR, RP, ST (substitution)
37 Μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν, ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ, “Εἰ ἔξεστίν μοι εἰπεῖν τι πρὸς σέ;” Ὁ δὲ ἔφη, “Ἑλληνιστὶ γινώσκεις;
¶Μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν, ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ, “Εἰ ἔξεστίν μοι εἰπεῖν τι πρὸς σέ;” Ὁ δὲ ἔφη, “Ἑλληνιστὶ γινώσκεις; SR, WH μελλων τε εισαγεσθαι εισ την παρεμβολην ο παυλοσ λεγει τω χιλιαρχω ει εξεστιν μοι ειπει τι προσ σε ο δε εφη ελληνιστι γινωσκισ ℵ ; μελλων τε εισαγεσθαι εισ την παρεμβολην ο παυλοσ λεγει τω χιλιαρχω ει εξεστιν μοι ειπειν τι προσ σε ο δε εφη ελληνιστι γινωσκεισ A ; μελλω τε εισαγεσθαι εισ την παρεμβολην ο παυλοσ λεγει τω χειλιαρχω ει εξεστιν μοι ειπειν τι προσ σε ο δε εφη ελληνιστι γεινωσκεισ B ; μελλων τε εισαγεσθαι εισ την παρεμβολην τω χειλιαρχω αποκρειθεισ ειπεν ει εξεστιν μοι λαλησαι προσ σε ο δε εφη ελληνιστι γεινωσκεισ D ; Μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλος, λέγει τῷ χιλιάρχῳ, Εἰ ἔξεστίν μοι εἰπεῖν πρός σέ; Ὁ δὲ ἔφη, Ἑλληνιστὶ γινώσκεις; KJTR, RP ; Μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλος, λέγει τῷ χιλιάρχῳ, Εἰ ἔξεστί μοι εἰπεῖν τι πρός σε; Ὁ δὲ ἔφη, Ἑλληνιστὶ γινώσκεις; ST (substitution)
38 Οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος, ὁ πρὸ τούτων τῶν ἡμερῶν, ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων;”
Οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος, ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας, καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων; KJTR, RP, SR, ST, WH \ουκ αρα συ ει ο αιγυπτιοσ ο προ τουτω των ημερων αναστατωσασ και εξαγαγων εισ την ερημον τουσ τετρακισχιλιουσ ανδρασ τω σικαριων ℵ ; ουκ αρα συ ει ο αιγυπτιοσ ο προ τουτων των ημερων αναστα|τωσασ και εξαγαγων εισ την ερημον τουσ τετρακισχιλιουσ ανδρασ των σικαριω A ; ουκ αρα συ ει ο αιγυπτιοσ ο προ τουτων των ημερων αναστατωσασ και εξαγαγων εισ την ερημο τουσ τετρακισχειλιουσ |ανδρασ των σεικαριω B ; ου συ ει ο εγυπτιοσ ο προ τουτων των ημερων αναστατωσασ και εξαγαγων εισ την ερημον τουσ τετρακισχειλιουσ ανδρασ των σικαριω D (substitution)
39 Εἶπεν δὲ ὁ Παῦλος, “Ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος, Ταρσεὺς, τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης. Δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν.”
Εἶπεν δὲ ὁ Παῦλος, Ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος Ταρσεὺς, τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης: δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν. KJTR, RP, SR, WH ειπεν δε ο παυλοσ εγω ανθρωποσ με ιουδαιοσ ταρσευσ τησ κιλικιασ ουκ ασημου πολεωσ πολιτησ δεομαι δε σου επιτρεψον μοι λογον λαλησαι προσ τον λαον ℵ ; ειπεν δε ο παυλοσ εγω ανοσ με ειμι ιουδαιοσ ταρσευσ τησ κιλικιασ ουκ ασημου πολεωσ πολειτησ δεομαι δε σου επιτρεψον μοι λαλησαι προσ τον λαον A ; ειπεν δε ο παυλοσ εγω ανθρωποσ μεν ειμι ιουδαιοσ ταρσευσ τησ κιλικιασ ουκ ασημου πολεωσ πολιτησ δεομαι δε σου επιτρεψον μοι λαλησαι προσ τον λαο B ; ειπεν δε ο παυλοσ εγω ανθρωποσ μεν ειμι ιουδαιοσ εν ταρσω δε τησ κιλικιασ γεγεννημενοσ δαιομε δε σου συνχωρησαι μοι λαλησαι προσ τον λαον D ; Εἶπε δὲ ὁ Παῦλος, Ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος Ταρσεὺς, τῆς Κιλικίας οὐκ ἀσήμου πόλεως πολίτης. δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν. ST (substitution)
40 Ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν, κατέσεισε τῇ χειρὶ τῷ λαῷ, πολλῆς δὲ σιγῆς γενομένης, προσεφώνησεν τῇ Ἑβραΐδι διαλέκτῳ λέγων,
Ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν, κατέσεισε τῇ χειρὶ τῷ λαῷ, πολλῆς δὲ σιγῆς γενομένης, προσεφώνησεν τῇ Ἑβραΐδι διαλέκτῳ λέγων, SR, WH επιτρεψαντοσ δε αυτου ο παυλοσ εστωσ επι των αναβαθμω κατεσισε τη χειρι τω λαω πολλησ δε σιγησ γενομενησ προσεφωνησεν τη εβραιδι διαλεκτω λεγω ℵ ; επιτρεψαντοσ δε αυτου ο παυλοσ εστωσ επι των αναβαθμων κατεσισε τη χειρι τω λαω πολλησ δε σιγησ γεναμενησ προσεφωνησεν τη ιδια διαλεκτω λεγων A ; επιτρεψαντοσ δε αυτου ο παυλοσ εστωσ επι των αναβαθμων κατεσεισε τη χειρι τω λαω πολλησ δε γενομενησ σειγησ προσεφωνησεν τη εβραιδι διαλεκτω λεγων B ; και επιτρεψαντοσ δε του χιλιαρχου εστωσ ο παυλοσ επι των αναβαθμων και σεισασ τη χειρει προσ αυτουσ πολλησ τε ησυχειασ γενομενησ προσεφωνησεν τη εβραιδι διαλεκτω λεγω D ; Ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν, κατέσεισεν τῇ χειρὶ τῷ λαῷ. Πολλῆς δὲ σιγῆς γενομένης, προσεφώνησεν τῇ Ἑβραΐδι διαλέκτῳ, λέγων, KJTR ; Ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισεν τῇ χειρὶ τῷ λαῷ· πολλῆς δὲ σιγῆς γενομένης, προσεφώνει τῇ Ἑβραΐδι διαλέκτῳ λέγων, RP ; Ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισε τῇ χειρὶ τῷ λαῷ. πολλῆς δὲ σιγῆς γενομένης, προσεφώνησε τῇ Ἑβραΐδι διαλέκτῳ, λέγων, ST (substitution)