1 “Ἄνδρες, ἀδελφοὶ, καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας.”
¶Ἄνδρες, ἀδελφοὶ, καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας. KJTR, RP, SR, WH ανδρεσ αδελφοι ϗ πατερεσ ακουσατε μου τησ προσ υμασ νυνι απολογιασ ℵ ; ανδρεσ αδελφοι και πρεσ ακουσατε μου τησ προσ υμασ νυνι απολογιασ A ; ανδρεσ αδελφοι και πατερεσ ακουσατε μου τησ προσ υμασ νυνι απολογιασ B ; ανδρεσ αδελφοι και πατερεσ ακουσατε μου τησ προσ υμασ νυνει απολογιασ D ; ¶Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νῦν ἀπολογίας. ST (substitution)
2 (Ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν.) Καὶ φησίν:
(Ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν: καί φησίν,) KJTR, RP, SR, ST, WH ακουσαντεσ δε οτι τη εβραιδι διαλεκτω προσεφωνει αυτοισ μαλλον παρεσχον ησυχιαν και φησιν ℵ ; ακουσαντεσ δε οτι τη εβραιδι διαλεκτω προσεφωνει αυτ�� μαλλον παρεσχο ησυχιαν και φησιν A ; ακουσαντεσ δε οτι τη εβραιδι διαλεκτω προσεφωνει αυτοισ μαλλον παρεσχο ησυχιαν και φησιν Ac ; ακουσαντεσ δε οτι τη εβραιδι διαλεκτω προσεφωνει αυτοισ μαλλο παρεσχον ησυχιαν και φησιν B ; ακουσαντεσ δε οτι τη εβραιδι διαλεκτω προσφωνει μαλλον ησυχασαν και φησιν D (substitution)
3 “Ἐγώ εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ, παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ ˚Θεοῦ, καθὼς πάντες ὑμεῖς ἐστε σήμερον,
“Ἐγώ εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ, παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ ˚Θεοῦ, καθὼς πάντες ὑμεῖς ἐστε σήμερον, SR, WH εγω ανηρ ειμι ιουδαιοσ γεγεννημενοσ εν ταρσω τησ κιλικιασ ανατεθραμμενοσ δε εν τη πολει ταυτη παρα τουσ ποδασ γαμαλιηλ πεπαιδευμενοσ κατα ακριβιαν του πατρωου νομου ζηλωτησ υπαρχων του θυ καθωσ παντεσ |υμεισ εστε σημερο ℵ ; εγω ειμι ανηρ ιουδαιοσ γεγενημενοσ εν ταρσω τησ κιλικιασ ανατεθραμμενοσ δε εν τη πολει ταυτη παρα τουσ ποδασ γαμαλιηλ πεπαιδευμενοσ κατα ακριβεια του πατρωου νομου ζηλωτησ υπαρχων του θυ καθωσ παντεσ υμεισ εστε σημερον A ; εγω ειμι ανηρ ιουδαιοσ γεγεννημενοσ εν ταρσω τησ κιλικιασ ανατεθραμμενοσ δε εν τη πολει ταυτη παρα τουσ ποδασ γαμαλιηλου πεπαιδευμενοσ κατ ακρειβειαν του πατρωου νομου ζηλωτησ υπαρχων του θυ καθωσ παντεσ υμεισ εστε σημερον B ; εγω ειμι ιουδαιοσ ανηρ εν ταρσω τησ κιλικιασ γεγεννημενοσ ανατεθραμμενοσ δε εν τη πολει ταυτη παρα τουσ ποδασ γαμαλιηλ παιδευομενοσ κατα ακριβιαν του πατρωι νομου ζηλωτησ του θυ καθωσ εσται υμεισ παντεσ σημερον D ; εγω ειμι ιουδαιοσ ανηρ εν ταρσω τησ κιλικιασ γεγεννημενοσ ανατεθραμμενοσ δε εν τη πολει ταυτη παρα τουσ ποδασ γαμαλιηλ παιδευομενοσ κατα ακριβιαν του πατρωου νομου ζηλωτησ του θυ καθωσ εσται υμεισ παντεσ σημερον Dc ; Ἐγώ μὲν εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ, τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ, καθὼς πάντες ὑμεῖς ἐστε σήμερον. KJTR, RP, ST (substitution)
4 ὃς ταύτην τὴν Ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς, ἄνδρας τε καὶ γυναῖκας,
Ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας. KJTR, RP, SR, ST, WH οσ ταυτην την οδον εδιωξα αχρι θανατου δεσμευων και παραδιδουσ εισ φυλακασ ανδρασ τε και γυναικασ B, ℵ ; οσ ταυτη την οδον εδιωξα αχρι θανατου δεσμευων και παραδιδουσ εισ φυλακασ ανδρασ τε και γυναικασ A ; και ταυτην την οδον εδιωξα μεχρι θανατου δεσμευων και παραδιδουσ εισ φυλακην ανδρασ τε και γυναικασ D (substitution)
5 ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρʼ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς, εἰς Δαμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας, δεδεμένους εἰς Ἰερουσαλὴμ, ἵνα τιμωρηθῶσιν.
Ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι, καὶ πᾶν τὸ πρεσβυτέριον: παρʼ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφούς, εἰς Δαμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἰερουσαλήμ, ἵνα τιμωρηθῶσιν. KJTR, RP, SR, ST, WH ωσ και ο αρχιερευσ μαρτυρι μοι και παν το πρεσβυτεριον παρ ων και επιστολασ δεξαμενοσ προσ τουσ αδελφουσ εισ δαμασκον επορευομην αξων και τουσ εκεισε οντασ δεδεμενουσ εισ ιερουσαλημ ινα τιμωρηθωσιν ℵ ; ωσ και ο αρχιερευσ μαρτυρει μοι και παν το πρεσβυτεριον παρ ω και επιστολασ δεξαμενοσ προσ τουσ αδελφουσ εισ δαμασκον επορευομην αξων και τουσ εκεισε οντασ δεδεμενουσ εισ ιλημ ινα τιμωρηθωσιν A ; ωσ και ο αρχιερευσ εμαρτυρει μοι και παν το πρεσβυτερειον παρ ω |και επιστολασ δεξαμενοσ προσ τουσ αδελφουσ εισ δαμασκον επορευομην αξων και τουσ εκεισε οντασ δεδεμενουσ εισ ιερουσαλημ ινα τιμωρηθωσιν B ; ωσ και αρχιερευσ μαρτυρησει μοι και ολον το πρεσβυτεριον παρ ων επιστολασ δεξαμενοσ παρα των αδελφω εισ δαμασκον επορευομην αξων και τουσ εκει οντασ δεδεμενουσ εν ιερουσαλημ ινα τειμωρηθωσιν D (substitution)
6 Ἐγένετο δέ μοι πορευομένῳ, καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν, ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ.
Ἐγένετο δέ, μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ, περὶ μεσημβρίαν, ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ. KJTR, RP, SR, ST, WH εγενετο δε μοι πορευομενω και εγγιζοντι τη δαμασκω περι μεσημβριαν εξαιφνησ εκ του ουρανου περιαστραψαι φωσ ικανον περι εμε B, ℵ ; εγενετο δε μοι πορευομενω και εγγιζοντι τη δαμασκω περι μεσημβριαν εξαιφνησ εκ του ουνου περιαστραψαι φωσ ικανον περι εμε A ; ενγιζοντι δε μοι μεσημβριασ δαμασκω εξεφνησ απο του ουρανου περιεστραψα με φωσ ικανον περι εμε D (substitution)
7 Ἔπεσά τε εἰς τὸ ἔδαφος, καὶ ἤκουσα φωνῆς λεγούσης μοι, ‘Σαοὺλ, Σαούλ, τί με διώκεις;’
Ἔπεσά τε εἰς τὸ ἔδαφος, καὶ ἤκουσα φωνῆς λεγούσης μοι, Σαούλ, Σαούλ, τί με διώκεις; RP, SR, WH επεσα τε εισ το εδαφοσ και ηκουσα φωνησ λεγουσησ μοι σαουλ σαουλ τι με διωκεισ A, B, ℵ ; και επεσον εισ το εδαφοσ και ηκουσα φωνησ λεγουσησ μοι σαυλε σαυλε τι με διωκεισ D ; Ἔπεσόν τε εἰς τὸ ἔδαφος, καὶ ἤκουσα φωνῆς λεγούσης μοι, Σαούλ, Σαούλ, τί με διώκεις; KJTR, ST (substitution)
8 Ἐγὼ δὲ ἀπεκρίθην, ‘Τίς εἶ, κύριε;’ Εἶπέν τε πρὸς ἐμέ, ‘Ἐγώ εἰμι ˚Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις.’
με ] εγω δε απεκριθην και ειπα τισ ει κε ειπεν τε προσ εμε εγω ειμι ισ ο ναζοραιοσ ον συ διωκεισ ℵ ; εγω δε απεκριθην τισ ει κε ειπεν τε προσ εμε εγω ειμι ισ ο ναζωραιοσ ον συ διωκεισ A ; εγω δε απεκριθην τισ ει κε ειπε τε προσ εμε εγω ειμι ισ ο ναζωραιοσ ον συ διωκεισ B ; εγω δε απεκριθην τισ ει κε ειπεν δε προσ με εγω ει ιησ ο ναζοραιοσ ον συ δειωκεισ D ; Ἐγὼ δὲ ἀπεκρίθην, Τίς εἶ, Κύριε; Εἶπέν τε πρός με, Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις. KJTR, RP ; Ἐγὼ δὲ ἀπεκρίθην, Τίς εἶ Κύριε; Εἶπέ τε πρός με, Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις. ST (substitution)
9 Οἱ δὲ σὺν ἐμοὶ ὄντες, τὸ μὲν φῶς ἐθεάσαντο, τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι.
Οἱ δὲ σὺν ἐμοὶ ὄντες, τὸ μὲν φῶς ἐθεάσαντο, τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. SR, WH οι δε συν εμοι οντεσ το μεν φωσ εθεατο την δε φωνη ουκ ηκουσαν του λαλουντοσ μοι ℵ ; οι δε συν εμοι οντεσ το μεν φωσ εθεασαντο την δε φωνην ουκ ηκουσαν του λαλουντοσ μοι A ; οι δε συν εμοι οντεσ το μεν φωσ εθεασαντο την δε φωνην ουκ ηκουσαν του λαλουτοσ μοι B ; οι δε συν εμοι οντεσ το μεν φωσ εθεασαντο και ενφοβοι εγενοντο την δε φωνην ουκ ηκουσαν του λαλουντοσ μοι D ; Οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο, καὶ ἔμφοβοι ἐγένοντο· τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. KJTR, RP, ST (substitution)
10 Εἶπον δέ, ‘Τί ποιήσω, ˚Κύριε;’ Ὁ δὲ ˚Κύριος εἶπεν πρός με, ‘Ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι.’
Εἶπον δέ, Τί ποιήσω, Κύριε; Ὁ δὲ Κύριος εἶπεν πρός με, Ἀναστὰς, πορεύου εἰς Δαμασκόν· κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι. KJTR, RP, SR, WH ειπον δε τι ποιησω κε ο δε κσ ειπε προσ με αναστασ πορευου εισ δαμασκον κακι σοι λαληθησεται περι παν|των ων τετακται σοι ποιησαι ℵ ; ειπον δε τι ποιησω κε ο δε κσ ειπε \προσ με αναστασ πορευου εισ δαμασκον κακει σοι λαληθησεται περι παντων ων τετακται σοι ποιησαι A ; ειπον δε τι ποιησω κε ο δε κσ ειπεν προσ με αναστασ πορευου εισ δαμασκον κακει σοι λαληθησεται περι παντων ων εντετακται σοι ποιησαι B ; ειπα δε τι ποιησω κε ο δε ειπεν προσ με αναστασ πορευου εισ δαμασκο κακει σοι λαληθησεται περι παντων* D ; Εἶπον δὲ, Τί ποιήσω Κύριε; Ὁ δὲ Κύριος εἶπε πρός με, Ἀναστὰς πορεύου εἰς Δαμασκὸν, κᾀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι. ST (substitution)
11 Ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι, ἦλθον εἰς Δαμασκόν.
Ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι, ἦλθον εἰς Δαμασκόν. KJTR, RP, SR, ST, WH ωσ δε ουκ ενεβλεπον απο τησ δοξησ του φωτοσ εκεινου χειραγωγουμενοσ υπο των συνοντων μοι ηλθον εισ δαμασκον ℵ ; ωσ δε ουκ ενεβλεπον απο τησ δοξησ του φωτοσ εκεινου χειραγωγουμενοσ απο τω συνοντων μοι ηλθον εισ δαμασκον A ; ωσ δε ουδεν εβλεπον απο τησ δοξησ του φωτοσ εκεινου χειραγωγουμενοσ υπο των συνοντων μοι ηλθον εισ δαμασκον B (substitution)
12 Ἁνανίας δέ τις ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων,
¶Ἁνανίας δέ τις ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων, SR, WH ανανιασ δε τισ ανηρ ευλαβησ κατα τον νομον μαρτυρουμενοσ υπο παντω των κατοικουντω ιουδαιων ℵ ; ανανιασ δε τισ ανηρ κατα τον νομον μαρτυρομενοσ υπο παντων των κατοικουντων ιουδαιων A ; ανανιασ δε τισ ανηρ κατα τον νομον μαρτυρουμενοσ υπο παντων των κατοικουντων ιουδαιων Ac ; ανανιασ δε τισ ανηρ ευλαβησ κατα τον νομον μαρτυρουμενοσ υπο παντων των κατοικουντων ιουδαιων B ; Ἁνανίας δέ τις, ἀνὴρ εὐσεβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων, KJTR, RP, ST (substitution)
13 ἐλθὼν πρὸς ἐμὲ καὶ ἐπιστὰς, εἶπέν μοι, ‘Σαοὺλ, ἀδελφέ, ἀνάβλεψον.’ Κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν.
με ] ελθω προσ εμε και επιστασ ειπεν μοι σαουλ αδελφε αναβλεψον καγω αυτη τη ωρα ανεβλεψα εισ αυτον ℵ ; ελθων προσ εμε και επιστασ ειπεν μοι σαουλ αδελφε αναβλεψο καγω αυτη τη ωρα εβλεψα εισ αυτο A ; ελθων προσ εμε και επιστασ \ειπεν μοι σαουλ αδελφε αναβλεψον καγω αυτη τη ωρα ανεβλεψα εισ αυτον B ; Ἐλθὼν πρός με, καὶ ἐπιστὰς, εἶπέν μοι, Σαοὺλ ἀδελφέ, ἀνάβλεψον. Κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν. KJTR, RP ; ἐλθὼν πρός με καὶ ἐπιστὰς εἶπέ μοι, Σαοὺλ ἀδελφὲ, ἀνάβλεψον. Κᾀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν. ST (substitution)
14 Ὁ δὲ εἶπεν, ‘Ὁ ˚Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν τὸν Δίκαιον, καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ.
Ὁ δὲ εἶπεν, Ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε, γνῶναι τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν τὸν Δίκαιον, καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ. KJTR, RP, SR, ST, WH ο δε ειπεν ο θσ των πατερων ημων προσεχειρησατο σε γνωναι το θελημα αυτου και ιδιν τον δικαιον και ακουσαι φωνην εκ του στοματοσ αυτου ℵ ; ο δε ειπεν ο θσ των πρων ημω προεχειρησατο σε γνωναι το θελημα αυτου ιδειν τον δικαιο και ακουσαι φωνην εκ στοματοσ αυτου A ; ο δε ειπεν ο θσ των πρων ημω προεχειρησατο σε γνωναι το θελημα αυτου και ιδειν τον δικαιο και ακουσαι φωνην εκ στοματοσ αυτου Ac ; ο δε ειπεν ο θσ των πατερων ημων προεχειρισατο σε γνωναι το θελημα αυτου και ιδειν τον δικαιον και ακουσαι φωνην εκ του στοματοσ αυτου B (substitution)
15 Ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους, ὧν ἑώρακας καὶ ἤκουσας.
Ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας. KJTR, RP, SR, ST, WH οτι εση μαρτυσ αυτω προσ παντασ ανθρωπουσ ων εωρακασ και ηκουσασ ℵ ; οτι εση μαρτυσ αυτω προσ παντασ ανουσ ων εωρακασ και ηκουσασ A ; οτι μαρτυσ αυτω προσ παντασ ανθρωπουσ εση ων εωρακασ και ηκουσασ B (substitution)
16 Καὶ νῦν τί μέλλεις; Ἀναστὰς, βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα αὐτοῦ.’
Καὶ νῦν τί μέλλεις; Ἀναστὰς, βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα αὐτοῦ.’ SR, WH και νυν τι μελλεισ αναστασ βαπτισαι και απολουσαι τασ αμαρτιασ σου επικαλεσαμενοσ το ονομα αυτου A, B, ℵ ; Καὶ νῦν τί μέλλεις; ἀναστὰς, βάπτισαι, καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα τοῦ Κυρίου. KJTR, RP, ST (substitution)
17 Ἐγένετο δέ μοι, ὑποστρέψαντι εἰς Ἰερουσαλὴμ, καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει,
Ἐγένετο δέ, μοι ὑποστρέψαντι εἰς Ἰερουσαλήμ, καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει· KJTR, RP, SR, ST, WH εγενετο δε μοι υποστρεψαντι ισ ιερουσαλημ και προσευχομενου μου εν τω ιερω γενεσθαισθαι με εν εκστασι ℵ ; εγενετο δε μοι υποστρεψαντι εισ ιλημ και προσευχομενου μου εν τω ιερω γενεσθαι με εν εκστασει A ; εγενετο δε μοι υποστρεψαντι εισ ιερουσαλημ και προσευχομενου μου εν τω ιερω γενεσθαι με εν εκστασει B (substitution)
18 καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι, ‘Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἰερουσαλήμ, διότι οὐ παραδέξονταί σου μαρτυρίαν περὶ ἐμοῦ.’
καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι, ‘Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἰερουσαλήμ, διότι οὐ παραδέξονταί σου μαρτυρίαν περὶ ἐμοῦ.’ SR, WH και ιδον αυτον λεγοντα μοι σπευσο και εξελθε εν ταχι |εξ ιερουσαλημ διοτι ου παραδεξονται σου μαρτυριαν περι εμου ℵ ; και ιδειν αυτον λεγοντα μοι σπευσον και εξελθε εν ταχει εξ ιλημ διοτι ου παραδεξονται σου μαρτυριαν περι εμου A ; και ιδειν αυτον λεγοντα μοι σπευσον και εξελθε εν ταχει εξ ιερουσαλημ διοτι ου παραδεξοται σου μαρτυριαν περι εμου B ; Καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι, Σπεῦσον, καὶ ἔξελθε ἐν τάχει ἐξ Ἰερουσαλήμ: διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ. KJTR, RP, ST (substitution)
19 Κἀγὼ εἶπον, ‘˚Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς, τοὺς πιστεύοντας ἐπὶ σέ.
Κἀγὼ εἶπον, Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ: KJTR, RP, SR, ST, WH καγω ειπον κε αυτοι επιστανται οτι εγω ημην φυλακιζων και δερων κατα τασ συναγωγασ τουσ πιστευοντασ επι σε A, ℵ ; καγω ειπον κε αυτοι επιστανται οτι εγω ημην φυλακιζω και δερων κατα τασ συαγωγασ τουσ πιστευοντασ επι σε B (substitution)
20 Καὶ ὅτε ἐξεχύννετο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς, καὶ συνευδοκῶν, καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.’
Καὶ ὅτε ἐξεχύννετο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς, καὶ συνευδοκῶν, καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.’ SR, WH και οτε εξεχυννετο το αιμα στεφανου του μαρτυροσ σου και αυτοσ ημην εφεστωσ και συνευδοκω και φυλασσων τα ιματια των αναιρουντων αυτον ℵ ; και οτε εξεχυννετο το αιμα του μαρτυροσ σου και αυτοσ ημη εστωσ και συνευδοκων και φυλασσων τα ιματια των αναιρουντων αυτον A ; και οτε εξεχυννετο το αιμα στεφανου του μαρτυροσ σου και αυτοσ ημην εφεστωσ και συνευδοκων και φυλασσων τα ιματια των αναιρουτων αυτον B ; *και φυλασσων τα ειματια των αναιρουντων αυτον D ; Καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς, καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ, καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν. KJTR, ST ; καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ, φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν. RP (omission)
21 Καὶ εἶπεν πρός με, ‘Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.’”
Καὶ εἶπεν πρός με, Πορεύου: ὅτι ἐγὼ εἰς Ἔθνη μακρὰν ἐξαποστελῶ σε. KJTR, RP, SR, WH και ειπεν προσ με πορευου οτι εγω εισ εθνη μακραν εξαποστελω σε A, ℵ ; και ειπεν προσ με πορευου οτι ε|γω εισ εθνη μακραν αποστελω σε B ; \και ειπεν προσ εμε πορευου οτι εγω εισ εθνη μακραν εξαποστελω σε C ; και ειπεν προσ με πορευου οτι εγω εισ εθνη μακραν εξαποστελλω σε D ; Καὶ εἶπε πρός με, Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε. ST (substitution)
22 Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες, “Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν!”
¶Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες, Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· οὐ γὰρ καθῆκεν αὐτὸν ζῇν. RP, SR, WH ηκουον δε αυτου αχρι τουτου του λογου και επηραν την φωνην αυτων λεγοντεσ αιρε απο τησ γησ τον τοιουτον ου γαρ καθηκε αυτον ζην ℵ ; ηκουον δε αυτου αχρι τουτου του λογου και επηραν την φωνην αυτων λεγοντεσ αιρε απο τησ γησ τον τοιουτον ου γαρ καθηκεν αυτον ζην A, C ; ηκουον δε αυτου αχρι τουτου του λογου και επηραν τη φωνην αυτων λεγοντεσ αιρε απο τησ γησ το τοιουτον ου γαρ καθηκεν αυτον ζην B ; ηκουσαν δε αυτου αχρι τουτου του λογου και επηραν την φωνην αυτων λεγοντεσ αιρε απο τησ γησ τον τοιουτον ου γαρ καθηκεν αυτον ζην D ; Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν, λέγοντες, Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον: οὐ γὰρ καθῆκον αὐτὸν ζῇν. KJTR, ST (substitution)
23 Κραυγαζόντων τε αὐτῶν, καὶ ῥιπτούντων τὰ ἱμάτια, καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα,
Κραυγαζόντων τε αὐτῶν, καὶ ῥιπτούντων τὰ ἱμάτια, καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα, SR, WH κραυγαζοντων δε αυτω και ριπτουντων τα ιματια και κονιορτον βαλλοντω εισ τον αεραν ℵ ; κραυγαζοτων τε αυτων και ριπτουντων τα ειματια και κονιορτο βαλλοντων εισ τον αερα A ; κραυγαζοντων τε αυτων και ρειπτουντων τα ιματια και κονιορτον βαλλοντων εισ τον αερα B ; κραζοντων τε αυτων και ριπτουντων τα ιματια και κονιορτον βαλλοντων εισ τον αερα C ; κραυγαζοντων δε και ρειπτοντων τα ειματια και κονιορτον βαλλοντων εισ τον ουρανον D ; Κραυγαζόντων δὲ αὐτῶν, καὶ ῥιπτούντων τὰ ἱμάτια, καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα, KJTR, ST ; Κραζόντων δὲ αὐτῶν, καὶ ῥιπτούντων τὰ ἱμάτια, καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα, RP (substitution)
24 ἐκέλευσεν ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν, εἴπας μάστιξιν ἀνετάζεσθαι αὐτὸν, ἵνα ἐπιγνῷ διʼ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ.
ἐκέλευσεν ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν, εἴπας μάστιξιν ἀνετάζεσθαι αὐτὸν, ἵνα ἐπιγνῷ διʼ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ. SR, WH εκελευσεν ο χιλιαρχοσ εισαγεσθαι αυτον εισ την παρεμβολην ειπασ μαστιξιν ανεταζεσθαι αυτον ινα επιγνω δι ην αιτιαν ουτωσ επεφωνου αυτω ℵ ; |εκελευσεν ο χιλιαρχοσ εισαγεσθαι αυτον εισ την παρεμβολην ειπασ μαστιγξιν ανεταζεσθαι αυτον ινα γνω δι ην αιτιαν ουτωσ επεφωνουν αυτω A ; εκελευσεν ο χειλιαρχοσ εισαγεσθαι αυτο εισ την παρεμβολην ειπασ μαστιξιν ανεταζεσθαι αυτον ινα επιγνω δι ην αιτιαν ουτωσ επεφωνουν αυτω B ; εκελευσεν ο χιλιαρχοσ εισαγεσθαι αυτον εισ την παρεμβολην ειπασ μαστιξιν ανεταζεσθαι αυτον ινα επιγνω δι ην αιτιαν ουτωσ επεφωνουν αυτω C ; εκελευσεν ο χειλιαρχοσ εισαγεσθαι αυτον εισ την παρεμβολην ειπασ μαστιξιν ανεταζειν αυτον ινα επιγνω δι ην αιτιαν ουτωσ κατεφωνουν περι αυτου D ; Ἐκέλευσεν αὐτὸν ὁ χιλίαρχος ἄγεσθαι εἰς τὴν παρεμβολήν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτόν· ἵνα ἐπιγνῷ διʼ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ. KJTR, RP, ST (substitution)
25 Ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος, “Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον, ἔξεστιν ὑμῖν μαστίζειν;”
Ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος, Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν; KJTR, SR, WH ωσ δε προετιναν αυτον τοισ ιμασι ειπεν προσ τον ε\στωτα εκατονταρχον ο παυλοσ ει αθρωπον ρωμαιον και ακατακριτο εστιν υμιν μαστιζειν ℵ ; ωσ δε προετεινον αυτον τοισ ιμασιν ειπεν προσ τον εστωτα εκατοταρχον ο παυλοσ ει ανον ρωμεο και ακατακριτον εξεστιν υμιν μαστιζειν A ; ωσ δε προετειναν αυτον τοισ ιμασιν ειπεν προσ τον εστωτα εκατονταρχον ο παυλοσ ει ανθρωπον ρωμαιο και ακατακριτον εξεστιν υμιν μαστιζειν B ; ωσ δε προσετειναν αυτον τοισ ιμασιν ειπεν προσ το εστωτα εκατονταρχον ο παυλοσ ει ανον ρωμαιον και ακατακριτον εξεστιν υμιν μαστιζειν C ; ωσ δε προσετιναν αυτον τοισ ειμασιν ειπεν προσ τον εστωτα εκατονταρχην ει εξεστιν υμειν ανθρωπον ρωμαιον και ακατακριτον μαστιζειν D ; Ὡς δὲ προέτεινεν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος, Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν; RP ; ὡς δὲ προέτεινεν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπε πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος, Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν; ST (substitution)
26 Ἀκούσας δὲ ὁ ἑκατοντάρχης, προσελθὼν τῷ χιλιάρχῳ, ἀπήγγειλεν λέγων, “Τί μέλλεις ποιεῖν; Ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν.”
Ἀκούσας δὲ ὁ ἑκατοντάρχης, προσελθὼν τῷ χιλιάρχῳ, ἀπήγγειλεν λέγων, “Τί μέλλεις ποιεῖν; Ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν.” SR, WH ακουσασ δε ο εκατονταρχησ προσελθων τω χιλιαρχω απηγγιλεν λεγων τι μελλεισ ποιειν ο γαρ ανθρωποσ ουτοσ ρωμαιοσ εστιν ℵ ; ακουσασ δε ο εκατονταρχησ προσελθων τω χιλιαρχω απηγγειλεν λεγων τι μελλεισ ποιειν ο γαρ ανοσ ουτοσ ρωμαιοσ εστιν A, C ; ακουσασ δε ο εκατονταρχοσ προσελθων τω χειλιαρχω απηγγειλε λεγων τι μελλεισ ποιειν ο γαρ ανθρωποσ ουτοσ ρωμαιοσ εστιν B ; τουτο ακουσασ ο εκατονταρχησ οτι ρωμαιον εαυτον λεγει προσελθων τω χειλειαρχω επηγγειλεν αυτω ορα τι μελλεισ ποιειν ο ανθρωποσ ουτοσ ρωμαιοσ εστιν D ; Ἀκούσας δὲ ὁ ἑκατόνταρχος, προσελθὼν ἀπήγγειλεν τῷ χιλιάρχῳ, λέγων, Ὅρα τί μέλλεις ποιεῖν: ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν. KJTR, RP ; Ἀκούσας δὲ ὁ ἑκατόνταρχος, προσελθὼν ἀπήγγειλε τῷ χιλιάρχῳ, λέγων, Ὅρα τί μέλλεις ποιεῖν. ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστι. ST (substitution)
27 Προσελθὼν δὲ, ὁ χιλίαρχος εἶπεν αὐτῷ, “Λέγε μοι, σὺ Ῥωμαῖος εἶ;” Ὁ δὲ ἔφη, “Ναί.”
Προσελθὼν δὲ, ὁ χιλίαρχος εἶπεν αὐτῷ, “Λέγε μοι, σὺ Ῥωμαῖος εἶ;” Ὁ δὲ ἔφη, “Ναί.” SR, WH προσελθων δε ο χιλιαρχοσ ειπεν αυτω λεγε συ ρωμαιοσ ει ο δε εφη ναι ℵ ; προσελθων δε ο χιλιαρχοσ ειπεν αυτω λεγε μοι συ ρωμαιοσ ει ο δε εφη ναι A, C ; προσελθων δε ο χειλιαρχοσ ειπεν αυτω λεγε μοι συ ρωμαιοσ ει ο δε εφη ναι B ; τοτε προσελθων ο χειλιαρχοσ επηρωτησεν αυτον λεγε μοι συ ρωμαιοσ ει ο δε ειπεν ειμι D ; Προσελθὼν δὲ ὁ χιλίαρχος, εἶπεν αὐτῷ, Λέγε μοι, εἰ σὺ Ῥωμαῖος εἶ; Ὁ δὲ ἔφη, Ναί. KJTR, RP, ST (substitution)
28 Ἀπεκρίθη δὲ ὁ χιλίαρχος, “Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην.” Ὁ δὲ Παῦλος ἔφη, “Ἐγὼ δὲ καὶ γεγέννημαι.”
Ἀπεκρίθη δὲ ὁ χιλίαρχος, “Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην.” Ὁ δὲ Παῦλος ἔφη, “Ἐγὼ δὲ καὶ γεγέννημαι.” SR, WH απεκριθη δε ο χιλιαρχοσ εγω πολλου κεφαλαιου τη πολιτιαν ταυτη εκτησαμην ο δε παυλοσ εφη εγω και γεγεννημαι ℵ ; απεκριθη ο χιλιαρχοσ εγω πολλου κεφαλαιου την πολιτιαν ταυτην εκτησαμην ο δε παυλοσ εφη εγω δε και γεγενημαι A ; απεκριθη δε ο χειλιαρχοσ εγω πολλου κεφαλαιου την πολειτιαν ταυτην εκτησαμη ο δε παυλοσ εφη εγω δε και γεγεννημαι B ; απεκριθη δε ο χιλιαρχοσ εγω πολλου κεφαλαιου την πολιτειαν ταυτην εκτησαμην ο δε παυλοσ εφη εγω και γεγεννημε C ; και αποκριθεισ ο χειλιαρχοσ �� ειπεν εγω οιδα ποσου κεφαλαιου την πολειτειαν ταυτην εκτησαμην παυλοσ δε εφη εγω δε και γεγεννημαι D ; Ἀπεκρίθη τε ὁ χιλίαρχος, Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. Ὁ δὲ Παῦλος ἔφη, Ἐγὼ δὲ καὶ γεγέννημαι. KJTR, RP, ST (substitution)
29 Εὐθέως οὖν ἀπέστησαν ἀπʼ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν, καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη, ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν, καὶ ὅτι αὐτὸν ἦν δεδεκώς.
Εὐθέως οὖν ἀπέστησαν ἀπʼ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν, καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη, ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν, καὶ ὅτι αὐτὸν ἦν δεδεκώς. SR, WH ευθεωσ ουν απεστησαν απ αυτου οι μελλοντεσ αυτον αναιταζειν και ο χιλιαρχοσ εφοβηθη επιγνουσ οτι ρωμαιοσ εστι και οτι αυτον ην δεδεκωσ ℵ ; ευθεωσ ουν απεστησαν απ αυτου οι μελλοντεσ αυτον αναιταζειν και ο χιλιαρχοσ δε εφοβηθη επιγνουσ οτι ρωμαιοσ εστι και οτι αυτον ην δεδ�κωσ A ; ευθεωσ ουν απεστησαν απ αυτου οι μελλοντεσ αυτον αναιταζειν και ο χιλιαρχοσ δε εφοβηθη επιγνουσ οτι ρωμαιοσ εστι και οτι αυτον ην δεδηκωσ Ac ; ευθεωσ ουν απεστησαν |απ αυτου οι μελλοντεσ αυτον ανεταζειν και ο χειλιαρχοσ δε εφοβηθη επιγνουσ οτι ρωμαιοσ εστιν και οτι αυτον η δεδεκωσ B ; ευθεωσ ουν απεστησαν απ αυτου οι μελλοντεσ αυτον ανεταζειν και ο χιλιαρχοσ δε εφοβηθη επιγνουσ οτι ρωμαιοσ εστι και οτι αυτον ην δεδηκωσ C ; τοτε απεστησαν απ αυτου* D ; Εὐθέως οὖν ἀπέστησαν ἀπʼ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν: Καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη, ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν, καὶ ὅτι ἦν αὐτὸν δεδεκώς. KJTR, RP ; Εὐθέως οὖν ἀπέστησαν ἀπʼ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν. καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη, ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστι, καὶ ὅτι ἦν αὐτὸν δεδεκώς. ST (omission)
30 Τῇ δὲ ἐπαύριον, βουλόμενος γνῶναι τὸ ἀσφαλὲς, τὸ τί κατηγορεῖται ὑπὸ τῶν Ἰουδαίων, ἔλυσεν αὐτόν, καὶ ἐκέλευσεν συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ πᾶν τὸ Συνέδριον, καὶ καταγαγὼν τὸν Παῦλον, ἔστησεν εἰς αὐτούς.
¶Τῇ δὲ ἐπαύριον, βουλόμενος γνῶναι τὸ ἀσφαλὲς, τὸ τί κατηγορεῖται ὑπὸ τῶν Ἰουδαίων, ἔλυσεν αὐτόν, καὶ ἐκέλευσεν συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ πᾶν τὸ Συνέδριον, καὶ καταγαγὼν τὸν Παῦλον, ἔστησεν εἰς αὐτούς. SR, WH τη δε επαυριον βουλομενοσ γνωναι το ασφαλεσ το τι κατηγοριται υπο τω ιουδαιων ελυσεν αυτον και εκελευσεν συνελθειν τουσ αρχιερεισ και παν το συνεδριο και καταγαγων το παυλον εστησεν εισ αυτουσ ℵ ; τη δε επαυριον βουλομενοσ γνωναι το ασφαλεσ το τι κατηγορειτε υπο των ιουδαιων ελυσεν αυτον και εκελευσεν συνελθειν τουσ αρχιερεισ και πα το συνεδριον και καταγαγων τον παυλον εστησεν εισ αυτουσ A ; τη δε επαυριον βουλομενοσ γνωναι το ασφαλεσ το τι κατηγορειται υπο των ιουδαιων ελυσεν αυτον και εκελευσεν συνελθει τουσ αρχιερεισ και παν το συνεδριον και καταγαγων τον παυλον εστησεν εισ αυτουσ B ; τη δε επαυριον βουλομενοσ γνωναι το ασφαλεσ το τι κατηγορειται υπο των ιουδαιων ελυσεν αυτον και εκελευσεν συνελθειν τουσ αρχιερεισ και παν το συνεδριον και καταγαγων τον παυλον εστησε εισ αυτουσ C ; Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλές, τὸ τί κατηγορεῖται παρὰ τῶν Ἰουδαίων, ἔλυσεν αὐτόν ἀπὸ τῶν δεσμῶν, καὶ ἐκέλευσεν ἐλθεῖν τοὺς ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον αὐτῶν, καὶ καταγαγὼν τὸν Παῦλον, ἔστησεν εἰς αὐτούς. KJTR, RP, ST (substitution)