1 Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον, μεταπεμψάμενος ὁ Παῦλος τοὺς μαθητὰς καὶ παρακαλέσας ἀσπασάμενος, ἐξῆλθεν πορεύεσθαι εἰς Μακεδονίαν.
¶Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον, μεταπεμψάμενος ὁ Παῦλος τοὺς μαθητὰς καὶ παρακαλέσας ἀσπασάμενος, ἐξῆλθεν πορεύεσθαι εἰς Μακεδονίαν. SR, WH μετα δε το παυσασθαι τον θορυβον μεταπεμψαμενοσ ο παυλοσ τουσ μαθητασ και παρακαλεσασ και ασπασαμενοσ εξηλθε πορευεσθαι εισ μακαιδονιαν ℵ ; μετα δε το παυσασθαι τον θορυβο προσκαλεσαμενοσ ο παυλοσ τουσ μαθητασ και παρακαλεσασ ασπασαμενοσ εξηλθεν πορευεσθαι εισ την μακαιδονιαν A ; μετα δε το παυσασθαι τον θορυβον μεταπεμψαμενοσ ο παυλοσ τουσ μαθητασ και παρακαλεσασ ασπασαμενοσ εξηλθεν πορευεσθαι εισ μακεδονιαν B ; μετα δε το παυσασθαι τον θορυβον προσκαλεσαμενοσ παυλοσ τουσ μαθητασ και πολλα παρακελευσασ αποσπασαμενοσ εξηλθεν εισ μακεδονιαν D ; ¶Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον, προσκαλεσάμενος ὁ Παῦλος τοὺς μαθητάς, καὶ ἀσπασάμενος, ἐξῆλθεν πορευθῆναι εἰς τὴν Μακεδονίαν. KJTR, RP ; ¶Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον, προσκαλεσάμενος ὁ Παῦλος τοὺς μαθητὰς καὶ ἀσπασάμενος ἐξῆλθε πορευθῆναι εἰς τὴν Μακεδονίαν. ST (substitution)
2 Διελθὼν δὲ τὰ μέρη ἐκεῖνα, καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα.
Διελθὼν δὲ τὰ μέρη ἐκεῖνα, καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα, KJTR, RP, SR, ST, WH διελθων δε τα μερη εκεινα και παρακαλεσασ αυτουσ λογω πολλω ηλθεν εισ την ελλαδα A, B, ℵ ; διελθων δε παντα τα μερη εκεινη και χρησαμενοσ λογω πολλω ηλθεν εισ την ελλαδα D (substitution)
3 Ποιήσας τε μῆνας τρεῖς, γενομένης ἐπιβουλῆς αὐτῷ ὑπὸ τῶν Ἰουδαίων, μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο γνώμης τοῦ ὑποστρέφειν διὰ Μακεδονίας.
Ποιήσας τε μῆνας τρεῖς, γενομένης ἐπιβουλῆς αὐτῷ ὑπὸ τῶν Ἰουδαίων, μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο γνώμης τοῦ ὑποστρέφειν διὰ Μακεδονίας. SR, WH ποι|ησασ τε μηνασ τρεισ γενομενησ επιβουλησ αυτω υπο των ιουδαιω μελλοντι αναγεσθαι εισ την συρια εγενετο γνωμησ του υποστρεφιν δια μακεδονιασ ℵ ; ποιησασ τε μηνασ τρεισ γενομενησ επιβουλησ αυτω υπο τω ιουδαιων μελλοντι αναγεσθαι εισ την συριαν εγενετο γνωμησ του υποστρεφειν δια μακαιδονιασ A ; ποιησασ τε μηνασ τρεισ γενομενησ επιβουλησ αυτω υπο των ιουδαιων μελλον\τι αναγεσθαι εισ την συριαν εγενετο γνωμησ του υποστρεφει δια μακεδονιασ B ; ποιησασ δε μηνασ $γ και γενηθεισ αυτω επιβουλησ υπο των ιουδαιω ηθελησεν αναχθηναι εισ συριαν ειπεν δε το πνα αυτω υποστρεφειν δια τησ μακεδονιασ D ; Ποιήσας τε μῆνας τρεῖς. Γενομένης αὐτῷ ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων, μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο γνώμη τοῦ ὑποστρέφειν διὰ Μακεδονίας. KJTR, RP, ST (substitution)
4 Συνείπετο δὲ αὐτῷ Σώπατρος Πύρρου Βεροιαῖος, Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος, καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος.
Συνείπετο δὲ αὐτῷ Σώπατρος Πύρρου Βεροιαῖος, Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος, καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος. SR, WH συνειπετο δε αυτω σωπατροσ πυρρου βεροιοσ θεσσαλονικαιων δε αρισταρχοσ και σεκουδοσ και γαιοσ δερβαιοσ και τιμοθεοσ ασιανοι δε τυχικοσ και τροφιμοσ ℵ ; συνειπετο δε αυτω αχρι τησ ασιασ σωπατροσ πυρρου βεροιαιοσ θεσσαλονικεων δε αρισταρχοσ και σεκουδοσ και γαιοσ ο δερβαιοσ και τιμοθεοσ ασιανοι δε τυχικοσ |και τροφιμοσ A ; συνειπετο δε αυτω σωπατροσ πυρρου βεροιαιοσ θεσσαλονεικεων δε αρισταρχοσ και σεκουνδοσ και γαιοσ δερβαιοσ και τιμοθεοσ ασιανοι δε τυχικοσ και τροφιμοσ B ; μελλοντοσ ουν εξειεναι αυτου μεχρι τησ ασιασ σωπατροσ πυρρου βερυαιοσ θεσσαλονικεων δε αρισταρχοσ και σεκουνδοσ και γαιοσ δουβεριοσ και τιμοθεοσ εφεσιοι δε ευτυχοσ και τροφιμοσ D ; Συνείπετο δὲ αὐτῷ ἄχρι τῆς Ἀσίας Σώπατρος Βεροιαῖος· Θεσσαλονικέων δέ, Ἀρίσταρχος καὶ Σεκοῦνδος· καὶ Γάϊος Δερβαῖος, καὶ Τιμόθεος· Ἀσιανοὶ δέ, Τυχικὸς καὶ Τρόφιμος. KJTR, RP, ST (substitution)
5 Οὗτοι δὲ προσελθόντες ἔμενον ἡμᾶς ἐν Τρῳάδι.
προελθοντες ] ουτοι δε προσελθοντεσ εμεινον ημασ εν τρωαδει ℵ ; ουτοι δε προσελθοντεσ εμενον ημασ εν τρωαδει ℵc ; ουτοι δε προσελθοντεσ εμενον ημασ εν τρωαδι A, B ; ουτοι προελθοντεσ εμενον αυτον εν τροαδι D ; Οὗτοι προελθόντες ἔμενον ἡμᾶς ἐν Τρωάδι. KJTR, ST ; Οὗτοι προσελθόντες ἔμενον ἡμᾶς ἐν Τρῳάδι. RP (substitution)
6 Ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν Ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε, ὅπου διετρίψαμεν ἡμέρας ἑπτά.
οπου ] ημεισ δε εξεπλευσαμεν μετα τασ ημερασ των αζυμω απο φιλιππων και ηλθομεν προσ αυτουσ εισ την τρωαδα απο ημερων πεντε οπου διετριψαμεν ημερασ επτα ℵ ; ημεισ δε εξεπλευσαμεν μετα τασ ημερασ των αζυμων απο φιλιππων και ηλθομεν προσ αυτουσ εισ την τρωαδα αχρι ημερων πεντε οπου διετριψαμεν ημερασ επτα A ; ημεισ δε εξεπλευσαμεν μετα τασ ημερασ των αζυμων απο φιλιππων και ηλθομε προσ αυτουσ εισ την τρωαδα αχρι ημερων πεντε ου διετρειψαμε ημερασ επτα B ; ημεισ δε εξεπλευσαμεν μετα τασ ημερασ των αζυμων απο φιλιππων και ηλθομεν προσ αυτουσ εισ τρωαδα πεμπταιοι εν η και διετριψαμεν ημερασ επτα D ; Ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρωάδα ἄχρι ἡμερῶν πέντε· οὐ διετρίψαμεν ἡμέρας ἑπτά. KJTR, RP, WH ; ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρωάδα ἄχρις ἡμερῶν πέντε, οὗ διετρίψαμεν ἡμέρας ἑπτά. ST (substitution)
7 Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων, συνηγμένων ἡμῶν κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου.
¶Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων, συνηγμένων ἡμῶν κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου. SR, WH εν δε τη μια των σαββατων συνηγμενων ημων κλασαι αρτον ο παυλοσ διελεγετο αυτοισ μελλω εξιεναι τη επαυριον παρετινεν τε τον λογον μεχρι μεσονυκτιου ℵ ; εν δε τη μια των σαββατων συνηγμενων ημων κλασαι αρτον ο παυλοσ διελεγετο αυτοισ μελλων εξιεναι τη επαυριον παρετεινεν τε τον λογον μεχρι μεσονυκτιου A ; εν δε τη μια των σαββατων συηγμενων ημων κλασαι αρτον ο παυλοσ διελεγετο αυτοισ μελλω εξιεναι τη επαυριον παρετεινεν τε τον λογον μεχρι μεσονυκτιου B ; εν τε τη μια πρωτη των σαββατων συνηγμενων ημων του κλασαι αρτον ο παυλοσ διελεγετα αυτοισ μελλων εξιεναι τη επαυριον παρετινε τον λογον μεχρι μεσονυκτιου D ; εν τε τη μια πρωτη των σαββατων συνηγμενων ημων του κλασαι αρτον ο παυλοσ διελεγετο αυτοισ μελλων εξιεναι τη επαυριον παρετινε τον λογον μεχρι μεσονυκτιου Dc ; Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων, συνηγμένων τῶν μαθητῶν κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον· παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου. KJTR, RP ; Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων, συνηγμένων τῶν μαθητῶν τοῦ κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέ τε τὸν λόγον μέχρι μεσονυκτίου· ST (substitution)
8 Ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ, οὗ ἦμεν συνηγμένοι.
Ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι. RP, SR, WH ησα δε λαμπαδεσ ικαναι εν τω υπερωω ου ημεν συνηγμενοι ℵ ; ησαν δε λαμπαδεσ ικαναι εν τω υπερωω ου ημε συνηγμενοι A ; ησαν δε λαμπαδεσ ικαναι εν τω υπερωω ου ημεν συνηγμενοι B ; ησαν δε υπολαμπαδεσ ικαναι εν τω υπερωω ου ημεν συνηγμενοι D ; Ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ, οὗ ἦσαν συνηγμένοι. KJTR, ST (substitution)
9 Καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ, διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου, ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω, καὶ ἤρθη νεκρός.
Καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ, διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου, ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω, καὶ ἤρθη νεκρός. SR, WH καθεζομενοσ δε τισ νεανιασ ονοματι ευτυχοσ επι τησ θυ|ριδοσ καταφερομενοσ υπνω βαθει διαλεγομενου του παυλου επι πλιον κατενεχθεισ απο του υπνου επεσεν απο του τριστεγου κατω και ηρθη νεκροσ ℵ ; καθεζομενοσ δε τισ νεανιασ ονοματι ευτυχοσ επι τησ θυριδοσ καταφερομενοσ υπνω βαθει διαλεγομενου του παυλου επι πλειον κατενεχθεισ απο του υπνου επεσεν απο του τριστεγου κατω και ηρθη νεκροσ A ; καθεζομενοσ δε τισ νεανιασ ονοματι ευτυχοσ επι τησ θυριδοσ καταφερομενοσ υπνω βαθει διαλεγομενου του παυλου επι πλειο κατενεχθεισ απο του υπνου επεσεν απο του τριστεγου κατω και ηρθη νεκροσ B ; καθεζομενοσ δε τισ νεανιασ ονοματι ευτυχοσ επι τη θυριδι κατεχομενοσ υπνω βαρει διαλεγομενου παυλου επι πλειον κατενεχθεισ υπο του υπνου επεσεν απο του τριστεγου κατω και οσ ηρθη νεκροσ D ; Καθήμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ: διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου, ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω, καὶ ἤρθη νεκρός. KJTR, RP, ST (substitution)
10 Καταβὰς δὲ, ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπεν, “Μὴ θορυβεῖσθε, ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν.”
Καταβὰς δὲ ὁ Παῦλος, ἐπέπεσεν αὐτῷ, καὶ συμπεριλαβὼν εἶπεν, Μὴ θορυβεῖσθε· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. KJTR, RP, SR καταβασ δε ο παυλοσ επεπεσε αυτω και συνπεριλαβων ειπεν μη θορυβεισθε η γαρ ψυχη αυτου εν αυτω εστιν ℵ ; καταβασ δε ο παυλοσ επεπεσεν αυτω και συνπεριλαβω ειπεν μη θορυβεισθε η γαρ ψυχη αυτου εν αυτω εστιν A ; καταβασ δε ο παυλοσ επεπεσε |αυτω και συνπεριλαβω ειπεν μη θορυβεισθαι η γαρ ψυχη αυτου εν αυτω εστιν B ; *συνπεριβα\λων αυτου ειπεν μη θορυβεισθαι η γαρ ψυχη αυτου ε αυτω εστιν C ; καταβασ δε ο παυλοσ επεσεν επ αυτω και συνπεριλαβων και ειπεν μη θορυβισθαι η γαρ ψυχη αυτου εν αυτω εστιν D ; καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ, καὶ συμπεριλαβὼν εἶπε, Μὴ θορυβεῖσθε· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. ST ; καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συνπεριλαβὼν εἶπεν Μὴ θορυβεῖσθε, ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστίν. WH (substitution)
11 Ἀναβὰς δὲ, καὶ κλάσας τὸν ἄρτον καὶ γευσάμενος, ἐφʼ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς, οὕτως ἐξῆλθεν.
Ἀναβὰς δὲ, καὶ κλάσας τὸν ἄρτον καὶ γευσάμενος, ἐφʼ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς, οὕτως ἐξῆλθεν. SR, WH αναβασ δε και κλασασ τον αρτον και γευσαμενοσ εφ ικανον τε ομιλησασ αχρι αυτησ ουτωσ εξηλθεν ℵ ; αναβασ δε και κλασασ τον αρτον και γευσαμενοσ εφ ικανον τε ομειλησασ αχρι αυγησ ουτωσ εξηλθεν A ; αναβασ δε κλασασ τον αρτον και γευσαμενοσ εφ ικανο τε ομειλησασ αχρι αυγησ ουτωσ εξηλθεν B ; αναβασ δε και κλασασ τον αρτον και γευσαμενοσ εφ ικανον τε ομιλησασ αχρεισ αυγησ ουτωσ εξηλθεν C ; αναβασ δε και κλασασ τον αρτον και γευσαμενοσ εφ ικανον δε ομειλησασ αχρισ αυγησ ουτωσ εξηλθεν D ; Ἀναβὰς δὲ, καὶ κλάσας ἄρτον, καὶ γευσάμενος, ἐφʼ ἱκανόν τε ὁμιλήσας, ἄχρι αὐγῆς, οὕτως ἐξῆλθεν. KJTR, RP ; Ἀναβὰς δὲ καὶ κλάσας ἄρτον καὶ γευσάμενος, ἐφʼ ἱκανόν τε ὁμιλήσας ἄχρις αὐγῆς, οὕτως ἐξῆλθεν. ST (substitution)
12 Ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.
Ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως. KJTR, RP, SR, ST, WH ηγαγον δε το παιδα ζωντα και παρεκληθησαν ου μετριωσ ℵ ; ηγαγον δε τον παιδα ζωντα και παρεκληθησαν ου μετριωσ A, B, C ; ασπαζομενων δε αυτων ηγαγεν τον νεανισκον ζωντα και παρεκληθησαν ου μετριωσ D (substitution)
13 Ἡμεῖς δὲ, προσελθόντες ἐπὶ τὸ πλοῖον, ἀνήχθημεν ἐπὶ τὴν Ἆσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον, οὕτως γὰρ διατεταγμένος, ἦν μέλλων αὐτὸς πεζεύειν.
¶Ἡμεῖς δὲ, προσελθόντες ἐπὶ τὸ πλοῖον, ἀνήχθημεν ἐπὶ τὴν Ἆσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον, οὕτως γὰρ διατεταγμένος, ἦν μέλλων αὐτὸς πεζεύειν. SR ημεισ δε προελθοτεσ επι το πλοιον ανηχθημεν επι την ασσον εκειθε μελλοντεσ αναλαμβανιν τον παυλον ουτωσ γαρ διατεταγμενοσ ην μελλων αυτοσ πεζευειν ℵ ; ημεισ δε προσελθοτεσ επι το πλοιον ανηχθημε επι την ασσον εκειθεν μελλοτεσ αναλαμβανειν τον παυλο ουτωσ γαρ διατεταγμενοσ η μελλων αυτοσ παιζευειν A ; ημεισ δε προσελθοντεσ επι το πλοιον ανηχθημε επι την ασσον εκειθε μελλοντεσ αναλαμβανειν τον παυλον ουτωσ γαρ διατεταγμενον η μελλων αυτοσ πεζευειν B ; ημεισ δε προελθοντεσ επι το πλοιον ανηχθημεν επι την ασσον εκειθεν μελλοντεσ αναλαμβανειν το παυλον ουτωσ γαρ εντεταλμενοσ ην μελλων αυτοσ πεζευειν C ; ημεισ δε κατελθοντεσ εισ το πλοιον ανηχθημεν εισ την ασσον εκειθεν μελλοντεσ αναλαμβανειν τον παυλο ουτωσ γαρ ην διατεταγμενοσ ωσ μελλων αυτοσ πεζευειν D ; ¶Ἡμεῖς δὲ προελθόντες ἐπὶ τὸ πλοῖον, ἀνήχθημεν εἰς τὴν Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον: οὕτως γὰρ ἦν διατεταγμένος, μέλλων αὐτὸς πεζεύειν. KJTR ; ¶Ἡμεῖς δέ, προσελθόντες ἐπὶ τὸ πλοῖον, ἀνήχθημεν εἰς τὴν Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον· οὕτως γὰρ ἦν διατεταγμένος, μέλλων αὐτὸς πεζεύειν. RP ; ἡμεῖς δὲ προελθόντες ἐπὶ τὸ πλοῖον, ἀνήχθημεν εἰς τὴν Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον· οὕτω γὰρ ἦν διατεταγμένος, μέλλων αὐτὸς πεζεύειν. ST ; ¶Ἡμεῖς δὲ προελθόντες ἐπὶ τὸ πλοῖον ἀνήχθημεν ἐπὶ τὴν Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον, οὕτως γὰρ διατεταγμένος ἦν μέλλων αὐτὸς πεζεύειν. WH (substitution)
14 Ὡς δὲ συνέβαλλεν ἡμῖν εἰς τὴν Ἆσσον, ἀναλαβόντες αὐτὸν, ἤλθομεν εἰς Μιτυλήνην.
ωσ συνεβαλεν ημιν εισ την ασσον αναλαβοντεσ αυτο ηλθομεν εισ μιτυληνην C ; Ὡς δὲ συνέβαλλεν ἡμῖν εἰς τὴν Ἆσσον, ἀναλαβόντες αὐτὸν, ἤλθομεν εἰς Μιτυλήνην. SR, WH ; ωσ δε συνεβαλλον ημιν επι την ασσον αναλαβοντεσ αυτο ηλθομεν εισ μιτυληνην ℵ ; ωσ δε συνεβαλλεν ημιν εισ τη ασσον αναλαβοντεσ αυτον ηλθομεν εισ μιτυλινην A ; ωσ δε συνεβαλλε ημιν εισ την ασσον αναλαβοντεσ αυτον ηλθομεν εισ μιτυληνην B ; ωσ δε συνεβαλεν ημειν εισ την ασσον αναλαβοντεσ αυτον ηλθομεν εισ μιτυληνη D ; Ὡς δὲ συνέβαλεν ἡμῖν εἰς τὴν Ἆσσον, ἀναλαβόντες αὐτὸν, ἤλθομεν εἰς Μιτυλήνην. KJTR, RP, ST (substitution)
15 Κἀκεῖθεν ἀποπλεύσαντες, τῇ ἐπιούσῃ κατηντήσαμεν ἄντικρυς Χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον, τῇ δὲ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον.
Κἀκεῖθεν ἀποπλεύσαντες, τῇ ἐπιούσῃ κατηντήσαμεν ἄντικρυς Χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον, τῇ δὲ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον. SR, WH κακειθεν αποπλευσαντεσ τη επιουση κατηντησαμεν ατικρυσ χιου τη δε ετερα παρεβαλομε εισ σαμον τη δε εχομενη ηλθομε εισ μιλητον ℵ ; κακειθεν αποπλευσαντεσ τη επιουση κατηντησαμεν αντικρυσ χιου τη δε ετερα παρεβαλομε εισ σαμον τη δε εχομενη ηλθομεν εισ μιλητον A ; κακειθεν αποπλευσαντεσ τη επιουση κατητησαμεν αντικρυσ χιου τη δε εσπερα παρεβαλομεν εισ σαμον τη δε εχομενη ηλθομεν εισ μειλητον B ; κακειθεν αποπλευσαντεσ τη επιουση κατηντησαμε αντικρυσ χιου τη δε ετερα παρεβαλομεν εισ σαμον τη δε εχομενη ηλθομεν εισ μιλητον C ; κακειθεν αποπλευσαντεσ τη επιουση κατηντησαμεν αντικρυσ χειου τη δε ετερα παρελαβομεν εισ σαμον και μειναντεσ εν τρωγυλια τη ερχομενη ηλθομεν εισ μειλητον D ; Κἀκεῖθεν ἀποπλεύσαντες, τῇ ἐπιούσῃ κατηντήσαμεν ἀντικρὺ Χίου· τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον, καὶ μείναντες ἐν Τρωγυλλίῳ· τῇ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον. KJTR, RP, ST (substitution)
16 Κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ, ἔσπευδεν γὰρ εἰ δυνατὸν εἴη αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.
Κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ, ἔσπευδεν γὰρ εἰ δυνατὸν εἴη αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα. SR, WH κεκρικει γαρ ο παυλοσ πα|ραπλευσαι την εφεσον οπωσ μη γενηται αυτω χρονοτριβησαι εν τη ασια εσπευδεν γαρ ει δυνατον ειη αυτω την ημεραν τησ πεντηκοστησ γενεσθαι εισ ιερουσαλημ ℵ ; κεκρικει γαρ ο παυλοσ παραπλευσαι την εφεσον οπωσ μη γενηται αυτω χρονοτριβησαι εν τη ασια εσπευδεν γαρ ει δυνατον ειη αυτω την ημεραν τησ πεντηκοστησ γενεσθαι εισ ιλημ A ; κεκρει γαρ ο παυλοσ παραπλευσαι την εφεσον οπωσ μη γενηται αυτω χρονοτριβησαι εν τη ασια εσπευδε γαρ ει δυνατον ειη αυτω την ημεραν τησ πεντηκοστησ γενεσθαι εισ ιεροσολυμα B ; κεκρικει γαρ ο παυλοσ παραπλευσαι την εφεσον οπωσ μη γενηται αυτω χρονοτριβησαι εν τη ασια εσπευδεν γαρ ει δυνατον ειη αυτω την ημεραν τησ πεντηκοστησ γενεσθαι εισ ιεροσολυμα C ; καικρικι γαρ ο παυλοσ παραπλευσαι την εφεσον μηποτε γενηθη αυτω κατασχεσισ τισ εν τη ασια εσπευδε γαρ εισ την ημεραν τησ πεντηκοστησ γενεσθαι εν ιεροσολυμα D ; Ἔκρινεν γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ: ἔσπευδεν γάρ, εἰ δυνατὸν ἦν αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα. KJTR, RP ; ἔκρινε γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδε γὰρ, εἰ δυνατὸν ἦν αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα. ST (substitution)
17 Ἀπὸ δὲ τῆς Μιλήτου, πέμψας εἰς Ἔφεσον, μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας.
¶Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον, μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. KJTR, RP, SR, ST, WH απο δε τησ μιλητου πεμψασ εισ εφεσο μετεκαλεσατο τουσ πρεσβυτερουσ τησ εκκλησιασ ℵ ; \απο δε τησ μιλητου πεμψασ εισ εφεσον μετεκαλεσατο τουσ πρεσβυτερουσ τησ εκκλησιασ A, C ; απο δε τησ μειλητου πεμψασ εισ εφεσον μετεκαλεσατο τουσ πρεσβυτερουσ τησ εκκλησιασ B ; απο δε τησ μειλητου πεμψασ εισ εφεσον μετεπεμψατο τουσ πρεσβυτερουσ τησ εκκλησιασ D (substitution)
18 Ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν αὐτοῖς, “Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας ἀφʼ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθʼ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην,
Ὡς δὲ παρεγένοντο πρὸς αὐτόν, εἶπεν αὐτοῖς, Ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας ἀφʼ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθʼ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, KJTR, RP, SR, ST, WH ωσ δε παρεγενοντο προσ αυτον ειπεν αυτοισ υμεισ επιστασθαι απο πρωτησ ημερασ αφ ησ επεβην εισ την ασιαν πωσ μεθ υμω τον παντα χρονον εγενομην ℵ ; ωσ δε παρεγενοντο προσ αυτο ομου οντων αυτων ειπεν αυτοισ υμεισ επιστασθαι απο πρωτησ ημερασ αφ ησ επεβην εισ την ασιαν πωσ μεθ υμων το παντα χρονον εγενομην A ; ωσ δε παρεγενοντο προσ |αυτον ειπεν αυτοισ υμεισ επιστασθε απο πρωτησ ημερασ αφ ησ επεβην εισ την ασιαν πωσ μεθ υμων τον πατα χρονον εγενομην B ; ωσ δε παρεγενοντο προσ αυτον ειπεν αυτοισ υμεισ επιστασθε απο πρωτησ ημερασ αφ ησ επεβην εισ την ασιαν πωσ μεθ υμων τον παντα χρονον εγενομην C ; ωσ δε παρεγενοντο προσ αυτον ομωσ εοντων αυτων ειπεν προσ αυτουσ υμεισ επιστασθαι αδελφοι απο πρωτησ ημερασ εφ ησ επεβην εισ την ασιαν ωσ τριετιαν η και πλειον ποταπωσ μεθ υμων ην παντοσ χρονου D (substitution)
19 δουλεύων τῷ ˚Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης, καὶ δακρύων, καὶ πειρασμῶν, τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων·
δουλεύων τῷ ˚Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης, καὶ δακρύων, καὶ πειρασμῶν, τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων· SR, WH δουλευων τω κω μετα πασησ ταπινοφροσυνησ και δακρυω και πιρασμων τω συμβαντων μοι εν ταισ επιβουλαισ των ιουδαιων ℵ ; δουλευων τω κω μετα πασησ ταπεινοφροσυνησ και δακρυω και πειρασμων των συμβαντων μοι εν ταισ επιβουλαισ των ιουδαιων A ; δουλευων τω κω μετα πασησ ταπεινοφροσυνησ και δακρυων και πειρασμων των συμβαντων μοι εν ταισ επιβουλαισ των ιουδαιων B ; δουλευων τω κω μεθ υμω μετα πασησ ταπεινοφροσυνησ και πολλων δακρυω και πειρασμων των συμβαινοντων μοι εν ταισ επιβουλαισ των ιουδαιων C ; δουλευων τω κω μετα πασησ ταπεινοφροσυνησ και δακρυων και πειρασμων των συνβαντων μοι εν ταισ επιβουλαισ των ιουδαιων D ; Δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης, καὶ πολλῶν δακρύων, καὶ πειρασμῶν, τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων: KJTR, RP, ST (substitution)
20 ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν, καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατʼ οἴκους,
Ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων, τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν, καὶ διδάξαι ὑμᾶς δημοσίᾳ, καὶ κατʼ οἴκους, KJTR, RP, SR, ST, WH ωσ ουδεν υπεστιλαμην των συμφεροτων του μη αναγγιλαι υμιν και διδαξαι υμασ δημοσια και κατ οικουσ ℵ ; ωσ ουδεν υπεστειλαμην των συμφεροντω του μη αναγγειλαι υμιν και διδαξαι υμασ δημοσια και κατ οικουσ A ; ωσ ουδεν υπεστειλαμην των συμφεροτων του μη αναγγειλαι υμιν και διδαξαι υμασ δημοσια και κατ οικουσ B ; ωσ ουδεν των συμφεροντων υπεστειλαμην του μη αναγγειλαι υμιν και διδαξαι υμασ δημοσια και κατ οικουσ C ; ωσ ουδεν υπεστειλαμην των συνφεροντω του αναγγειλαι υμειν και διδαξαι κατ οικουσ και δημοσια D (substitution)
21 διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν, τὴν εἰς ˚Θεὸν μετάνοιαν καὶ πίστιν εἰς τὸν ˚Κύριον ἡμῶν, ˚Ἰησοῦν. ˚Χριστόν.
διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν, τὴν εἰς ˚Θεὸν μετάνοιαν καὶ πίστιν εἰς τὸν ˚Κύριον ἡμῶν, ˚Ἰησοῦν. ˚Χριστόν. SR διαμαρτυρομενοσ ιουδαιοισ τε και ελλησι την εισ θν μετανοιαν και πιστιν εισ τον κν ημω ιν χν ℵ ; διαμαρτυρομενοσ ιουδαιοισ τε και ελλησιν την εισ τον θν μετανοιαν και πιστιν εισ τον κν ημων ιν χν A ; διαμαρτυρομενοσ ιουδαιοισ τε και ελλησι την εισ θν μετανοιαν και πιστιν εισ τον κν ημων ιν B ; διαμαρτυρομενοσ ιουδαιοισ τε και ελλησιν την εισ θν μετανοιαν και πιστιν εισ το κν ημων ιν χν C ; διαμαρτυρουμενοσ ιουδαιοισ τε και ελλησι την εισ τον θν μετανοιαν και πιστιν δια του κυ ημων ιηυ χρυ D ; Διαμαρτυρόμενος Ἰουδαίοις τε, καὶ Ἕλλησιν, τὴν εἰς τὸν Θεὸν μετάνοιαν, καὶ πίστιν τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. KJTR ; διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν εἰς τὸν θεὸν μετάνοιαν, καὶ πίστιν τὴν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν. RP ; διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς τὸν Θεὸν μετάνοιαν, καὶ πίστιν τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ST ; διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν εἰς θεὸν μετάνοιαν καὶ πίστιν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν. WH (substitution)
22 Καὶ νῦν ἰδοὺ, δεδεμένος ἐγὼ τῷ ˚Πνεύματι, πορεύομαι εἰς Ἰερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά ἐμοὶ μὴ εἰδώς,
μοι ] και νυν ιδου δεδεμενοσ εγω τω πνι πορευομε εισ ιερουσαλημ τα εν αυτη συναντησοντα εμοι μη ειδωσ ℵ ; και νυν ιδου δεδεμενοσ εγω τω πνι πορευομαι εισ ιλημ τα εν αυτη συναντησαντα μοι μη ειδωσ A ; και νυν ιδου δεδεμενοσ εγω τω πνευματι πορευομαι εισ ιερουσαλημ τα εν αυτη συναντησοντα εμοι μη ειδωσ B ; και νυν ιδου δεδεμενοσ εγω τω πνι πορευομαι εισ ιλημ τα εν αυτη συμβησομενα μοι μη ιδωσ C ; και νυν ειδου εγω δεδεμενοσ τω πνι πορευομαι εισ ιεροσολυμα τα εν αυτη συναντησαντα μοι μη γεινωσκων D ; Καὶ νῦν, ἰδού, ἐγὼ δεδεμένος τῷ πνεύματι πορεύομαι εἰς Ἰερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά μοι μὴ εἰδώς: KJTR, RP, ST (substitution)
23 πλὴν ὅτι τὸ ˚Πνεῦμα τὸ Ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι, λέγον ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν.
πλὴν ὅτι τὸ ˚Πνεῦμα τὸ Ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι, λέγον ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν. SR, WH πλη \οτι το πνα το αγιον κατα πολιν διαμαρτυρεται μοι λεγον οτι δεσμα και θλιψισ με μενουσιν ℵ ; πλην οτι το πνα το αγιον κατα πολιν διεμαρτυρατο μοι λεγον οτι δεσμα και θλιψεισ με μενουσιν A ; πλην οτι το πνευμα το αγιον κατα πολιν διαμαρτυρεται μοι λεγον οτι δεσμα και θλειψεισ με μενουσι B ; πλην οτι το πνα το αγιον κατα πολιν διαμαρτυρεται μοι λεγον οτι δεσμα και θλιψεισ με μενουσιν C ; πλην οτι το αγιον πνα κατα πασαν πολιν διαμαρτυρεται μοι λεγω οτι δεσμα και θλειψεισ μενουσιν μοι εν ιεροσολυμοισ D ; Πλὴν ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον κατὰ πόλιν διαμαρτύρεται, λέγον ὅτι δεσμά με καὶ θλίψεις μένουσιν. KJTR, RP, ST (substitution)
24 Ἀλλʼ οὐδενὸς λόγου ποιοῦμαι τὴν ψυχὴν τιμίαν ἐμαυτῷ, ὡς τελειώσω τὸν δρόμον μου, καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ ˚Κυρίου ˚Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ ˚Θεοῦ.
τελειωσαι ] αλλ ουδενοσ λογου ποιουμαι την ψυχην τιμιαν εμαυτω ωσ τελιωσω τον δρομον μου και την διακονιαν ην ελαβον παρα του κυ ιυ διαμαρτυρασθαι το ευαγγελιο τησ χαριτοσ του θυ ℵ ; αλλ ουδενοσ λογον εχω ουδε ποιουμαι την ψυχην τιμιαν εμαυτω ωσ τελειωσαι τον δρομον μου και την διακονιαν ην ελαβο παρα του κυ ιυ διαμαρτυρασθαι το ευαγγελιον τησ χαριτοσ του θυ A ; αλλ ουδενοσ λογου ποιουμαι την ψυχην τιμιαν εμαυτω ωσ τελειωσω τον δρομον μου και την διακονιαν ην ελαβον παρα του κυ ιυ διαμαρτυρασθαι το ευαγγελιον τησ χαριτοσ του θυ B ; αλλ ουδενοσ λογου ποιουμαι την ψυχην τιμιαν εμαυτω ωσ το τελειωσαι τον δρομον μου μετα χαρασ και τη διακονιαν ην ελαβον παρα του κυ ιυ διαμαρτυρασθαι το ευαγγελιον τησ χαριτοσ του θυ C ; αλλ ουδενοσ λογον εχω μοι ουδε ποιουμαι την ψυχην μου τιμιαν εμαυτου του τελιωσαι τον δρομον μου και την διακονιαν του λογου ον παρελαβον παρα του κυ ιηυ διαμαρτυρασθαι ιουδαιοισ και ελλησιν το ευαγγελιον τησ χαριτοσ θυ D ; Ἀλλʼ οὐδενὸς λόγον ποιοῦμαι, οὐδὲ ἔχω τὴν ψυχήν μου τιμίαν ἐμαυτῷ, ὡς τελειῶσαι τὸν δρόμον μου μετὰ χαρᾶς, καὶ τὴν διακονίαν, ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ. KJTR, RP, ST (substitution)
25 Καὶ νῦν ἰδοὺ, ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν.
¶Καὶ νῦν ἰδοὺ, ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν. SR, WH και νυν ιδου εγω οιδα οτι ουκ οψεσθε το προσωπο μου υμεισ παντεσ εν οισ διηλθον κηρυσσων την βασιλειαν ℵ ; και νυν ιδου εγω οιδα οτι ουκετι οψεσθαι το προσωπον μου υμεισ παντεσ εν οισ διηλθο κηρυσσων την βασιλειαν A ; και νυν ιδου εγω οιδα οτι ουκετι οψεσθε το προσωπον μου \υμεισ παντεσ εν οισ διηλθον κηρυσσων τη βασιλειαν B ; και νυν ιδου οιδα εγω οτι ουκετι οψεσθε το προσωπον μου υμεισ παντεσ εν οισ διηλθον κηρυσσων τη \βασιλειαν C ; και νυν ειδου εγω οιδα οτι ουκετι οψομαι το προσωπον μου υμεισ παντεσ εν οισ διηλθον κηρυσσων την βασιλειαν του ιηυ D ; και νυν ειδου εγω οιδα οτι ουκετι οψεσθαι το προσωπον μου υμεισ παντεσ εν οισ διηλθον κηρυσσων την βασιλειαν του ιηυ Dc ; Καὶ νῦν, ἰδού, ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ. KJTR, RP, ST (substitution)
26 Διότι μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων,
Διότι μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων, SR, WH διοτι μαρτυρομαι υμιν εν τη σημερον ημερα οτι καθαροσ ειμι απο του αιματοσ παντων B, ℵ ; διοτι μαρτυρομαι υμιν εν τη σημερον ημερα οτι καθαροσ εγω απο του αιματοσ παντων A ; διο μαρτυρομαι υμιν εν τη σημερον ημερα οτι καθαροσ ειμι απο του αιματοσ παντων C ; αχρι ουν τησ σημερον ημερασ καθαροσ ειμι απο του αιματοσ παντων D ; Διὸ μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ, ὅτι καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων. KJTR, ST ; Διότι μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ, ὅτι καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων. RP (substitution)
27 οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι πᾶσαν τὴν βουλὴν τοῦ ˚Θεοῦ ὑμῖν.
Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. KJTR, RP, ST ; ου γαρ υπεστειλαμην του αναγγειλαι πασαν την βουλην του θυ ημιν D ; οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι πᾶσαν τὴν βουλὴν τοῦ ˚Θεοῦ ὑμῖν. SR, WH ; ου γαρ υπεστιλαμην του μη αναγγιλαι πασαν την βουλην του θυ υμιν ℵ ; ου γαρ υπεστειλαμην του μη αναγγειλαι υμιν πασαν την βουλην του θυ A ; ου γαρ υπεστειλαμην του μη αναγγειλαι πασαν την βουλην του θυ υμιν B, C (substitution)
28 Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ ˚Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ ˚Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου.
Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ ˚Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ ˚Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου. SR, WH προσεχετε εαυτοισ και παντι τω ποιμνιω εν ω υμασ το πνα το αγιον εθετο επισκοπουσ ποιμενιν την εκκλησιαν του θυ ην περιεποιησατο δια του αιματοσ του ιδιου ℵ ; προσεχετε εαυτοισ και παντι τω ποιμνιω εν ω υμασ το πνα το αγιον εθετο επισκοπουσ ποιμαινειν την εκκλησιαν του κυ ην περιεποιησατο δια του αιματοσ του ιδιου A ; προσεχετε εαυτοισ και πατι τω ποιμνιω εν ω υμασ το πνευμα το αγιον εθετο επισκοπουσ ποιμαινειν την εκκλησιαν του θυ ην περιεποιησατο δια του αιματοσ του ιδιου B ; προσεχετε ουν εαυτοισ και παντι τω ποιμνιω εν ω υμασ το πνα το αγιον εθετο επισκοπουσ ποιμαινειν την εκκλησιαν του κυ ην περιεποιησατο δια του αιματοσ του ιδιου C ; προσεχεται αυτοισ και παντι τω ποιμνιω εν ω υμασ το αγιον πνα εθετο επισκοπουσ ποιμενειν την εκκλησιαν του κυ ην περιεποιησατο εαυτω δια του αιματοσ του ιδιου D ; προσεχεται εαυτοισ και παντι τω ποιμνιω εν ω υμασ το αγιον πνα εθετο επισκοπουσ ποιμενειν την εκκλησιαν του κυ ην περιεποιησατο εαυτω δια του αιματοσ του ιδιου Dc ; ¶Προσέχετε οὖν ἑαυτοῖς, καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. KJTR, ST ; Προσέχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ κυρίου καὶ θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. RP (substitution)
29 Ἐγὼ οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου,
Ἐγὼ οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου, SR, WH εγω οιδα οτι εισελευσονται μετα τη αφιξιν μου λυκοι βαρισ εισ υμασ μη φιδομενοι του ποιμνιου ℵ ; εγω οιδα οτι εισελευσονται μετα την αφιξιν μου λυκοι βαρεισ |εισ υμασ μη φειδομενοι του ποιμνιου A, C ; οτι εγω οιδα οτι εισελευσονται μετα την αφειξιν μου λυκοι βαρεισ εισ υμασ μη φειδομενοι του ποιμνιου B ; εγω οιδα οτι εισελευσονται μετα την αφεξιν μου λυκοι βαρεισ εισ υμασ μη φειδομενοι του πυμνειου D ; Ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου. KJTR, RP, ST (substitution)
30 καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω ἑαυτῶν.
αυτων ] και εξ υμω |αυτων αναστησοται ανδρεσ λαλουτεσ διεστραμμενα του αποσπαν τουσ μαθητασ οπισω εαυτων ℵ ; και εξ υμων αυτων αναστησονται ανδρεσ λαλουντεσ διεστραμμενα του αποσπα τουσ μαθητασ οπισω εαυτων A ; και εξ υμω αναστησονται ανδρεσ λαλουντεσ διεστραμμενα του αποσπαν τουσ μαθητασ οπισω εαυτω B ; και εξ υμων αυτων αναστησονται ανδρεσ λαλουντεσ διεστραμμενα του αποσπαν τουσ μαθητασ οπισω αυτων C ; και εξ υμων αυτων αναστησονται ανδρεσ λαλουντεσ διεστραμμενα του αποστρεφειν τουσ μαθητασ οπισω αυτω D ; Καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες, λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. KJTR, RP, ST (substitution)
31 Διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν, οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον.
Διὸ γρηγορεῖτε, μνημονεύοντες, ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. KJTR, RP, SR, ST, WH διο γρηγοριται μνημονευοντεσ οτι τριετιαν νυκτα και ημεραν ουκ επαυσαμην μετα δακρυων νουθετω ενα εκαστον ℵ ; διο γρηγορειτε μνημονευοντεσ οτι τριετιαν νυκταν και ημεραν ουκ επαυσαμην μετα δακρυων νουθετων ενα εκαστον A ; διο γρηγορειτε μνημονευοντεσ οτι τριετια νυκτα και ημεραν ουκ επαυσαμην μετα δακρυων νουθετων ενα εκαστον B ; διο γρηγορειτε μνημονευοντεσ οτι τριετιαν νυκτα και ημεραν ουκ επαυσαμην μετα δακρυων νουθετω ενα εκαστον C ; διο γρηγορειτε μνημονευοντεσ οτι τριετιαν νυκτα δε ημεραν ουκ επαυσαμην μετα δακρυων νουθετων ενα εκαστον υμων D (substitution)
32 Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς τῷ ˚Θεῷ, καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ οἰκοδομῆσαι καὶ δοῦναι τὴν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν.
θεω ] και τα νυν παρατιθεμαι υμιν τω θω και τω λογω τησ χαριτοσ αυτου τω δυναμενω οικοδομησαι και δουναι την κληρονομιαν εν τοισ ηγιασμενοισ πασιν ℵ ; και τα νυν παρατιθεμε υμασ τω θω και τω λογω τησ χαριτοσ αυτου τω δυναμενω οικοδομησαι και δουναι την κληρονομιαν αυτου εν τοισ ηγιασμενοισ πασιν A ; και τα νυν παρατιθεμαι υμασ τω κω και τω λογω τησ χαριτοσ αυτου τω δυναμενω οικοδομησαι και δουναι την κληρονομιαν εν τοισ ηγιασμενοισ πασιν B ; και τα νυν παρατιθεμαι υμασ αδελφοι τω θω και τω λογω τησ χαριτοσ αυτου τω δυναμενω οικοδομησαι και δουναι υμιν την κληρονομιαν εν τοισ ηγιασμενοισ πασιν C ; και τα νυν παρατιθεμαι υμασ τω θω και τω λογω τησ χαριτοσ αυτου τω δυναμενω οικοδομησαι υμασ και δουναι κληρονομιαν εν αυτοισ τοισ ηγιασμενοισ των παντων D ; Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοὶ, τῷ Θεῷ, καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ἐποἰκοδομῆσαι, καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. KJTR, RP ; καὶ τανῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοὶ, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ἐποικοδομῆσαι καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. ST ; καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς τῷ κυρίῳ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ τῷ δυναμένῳ οἰκοδομῆσαι καὶ δοῦναι τὴν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. WH (substitution)
33 Ἀργυρίου, ἢ χρυσίου, ἢ ἱματισμοῦ, οὐδενὸς ἐπεθύμησα.
Ἀργυρίου, ἢ χρυσίου, ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα. KJTR, RP, SR, ST, WH αργυριου η χρυσιου η ιματισμου ουθενοσ επεθυμησα A, ℵ ; αργυριου η χρυσιου η ιματισμου ουδενοσ επεθυμησα B, C ; αργυριου και χρυσιου η ειματισμου ουδενοσ υμων επεθυμησα D (substitution)
34 Αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσιν μετʼ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται.
αυτοι γινωσκετε οτι ταισ χρειαισ μου και τοισ ουσιν μετ εμου υπηρετησαν αι χειρεσ αυται C ; Αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσιν μετʼ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. RP, SR ; αυτοι γινωσκετε οτι ταισ χριαισ μου και τοισ ουσι μετ εμου υπηρετησα αι χιρεσ αυται ℵ ; αυτοι οιδατε οτι ταισ χριαισ μου και τοισ ουσιν μετ εμου υπηρετησαν αι χειρεσ αυται A ; αυτοι |γεινωσκετε οτι ταισ χρειαισ μου και τοισ ουσι μετ εμου υπηρετησαν αι χειρεσ αυται B ; αυτοι γεινωσκεται οτι τασ χρειασ μου πασιν και τοισ ουσιν μετ εμου υπηρετησαν αι χειρεσ μου D ; Αὐτοὶ δὲ γινώσκετε, ὅτι ταῖς χρείαις μου, καὶ τοῖς οὖσιν μετʼ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. KJTR ; αὐτοὶ δὲ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετʼ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. ST ; αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετʼ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. WH (substitution)
35 Πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ ˚Κυρίου ˚Ἰησοῦ ὅτι αὐτὸς εἶπεν, ‘Μακάριόν ἐστιν μᾶλλον, διδόναι ἢ λαμβάνειν.’”
Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπεν, Μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν. RP, SR, WH παντα υπεδειξα υμι οτι ουτωσ κοπιωτασ δει αντιλαμβανεσθαι των ασθενουντων μνημονευειν τε των λογων του κυ ιυ οτι αυτοσ ειπεν μακαριον εστιν μαλλον διδοναι η λαμβανιν ℵ ; παντα υπεδειξα υμιν οτι ουτωσ κοπιωντασ δει των ασθενουντων αντιλαμβανεσθε μνημονευειν τω λογων του κυ ιυ οτι αυτοσ ειπε μακαριον εστιν μαλλον διδοναι η λαμβανειν A ; παντα υπεδειξα υμιν οτι ουτωσ κοπιωντασ δει των ασθενουντων αντιλαμβανεσθε μνημονευειν τε τω λογων του κυ οτι αυτοσ ειπε μακαριον εστιν μαλλον διδοναι η λαμβανειν Ac ; παντα υπεδειξα υμιν οτι ουτωσ κοπιωντασ δει αντιλαμβανεσθαι των ασθενουντων μνημονευειν τε των λογων του κυ ιυ οτι αυτοσ ειπεν μακαριον εστιν μαλλον διδοναι η λαμβανει B ; και παντα υπεδειξα υμιν οτι ουτωσ κοπιωντασ δει ατιλαμβανεσθαι των ασθενουντων μνημονευειν τε των λογων του κυ ιυ οτι αυτοσ ειπε μακαριον εστιν μαλλον διδοναι η λαμβανειν C ; πασι υπεδειξα υμειν οτι ουτωσ κοπιωντασ δει αντιλαμβανεσθαι των ασθενουντω μνημονευειν των λογων του κυ ιηυ οτι ουτοσ ειπεν μακαριοσ εστιν μαλλον διδοναι η λαμβανειν D ; Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπεν, Μακάριόν ἐστιν διδόναι μᾶλλον ἢ λαμβάνειν. KJTR ; πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπε, Μακάριόν ἐστι διδόναι μᾶλλον ἢ λαμβάνειν. ST (substitution)
36 Καὶ ταῦτα εἰπὼν, θεὶς τὰ γόνατα αὐτοῦ, σὺν πᾶσιν αὐτοῖς προσηύξατο.
¶Καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα αὐτοῦ, σὺν πᾶσιν αὐτοῖς προσηύξατο. KJTR, RP, SR, ST, WH και ταυτα ειπων θισ τα γονατα αυτου συν πασιν αυτοισ προσηυξατο ℵ ; και ταυτα ειπω θεισ τα γονατα αυτου συν πασιν αυτοισ προσηυξατο A ; και ταυτα ειπων θεισ τα γονατα αυτου συν πασιν αυτοισ προσευξατο B ; και ταυτα ειπων θεισ τα γονατα αυτου συν πασιν προσηυξατο C ; και ταυτα ειπασ θεισ τα γονατα συν πασιν αυτοισ προσευξατο D (substitution)
37 Ἱκανὸς δὲ κλαυθμὸς ἐγένετο πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου, κατεφίλουν αὐτόν,
Ἱκανὸς δὲ κλαυθμὸς ἐγένετο πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου, κατεφίλουν αὐτόν, SR, WH ικανοσ τε κλαυθμοσ εγενετο παντων και επιπεσοντεσ επι τον τραχηλον |του παυλου κατεφιλων αυτον ℵ ; ικανοσ δε κλαυθμοσ εγενετο παντων και επιπεσοντεσ επι τον τραχηλο του παυλου κατεφιλουν αυτο A ; ικανοσ δε κλαυθμοσ εγενετο παντων και επιπεσοντεσ επι τον τραχηλον του παυλου κατεφιλουν αυτον B, C, D ; Ἱκανὸς δὲ ἐγένετο κλαυθμὸς πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου, κατεφίλουν αὐτόν, KJTR, RP, ST (substitution)
38 ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. Προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.
ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει, ὅτι οὐκέτι μέλλουσι τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον. ST ; Ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει, ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. Προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον. KJTR, RP, SR, WH ; οδυνωμενοι μαλιστα επι τω λογω ω ειρηκει οτι ουκετι μελλουσιν το προσωπον αυτου θεωριν προεπεμπον δε αυτον εισ το πλοιον ℵ ; οδυνωμενοι μαλιστα επι τω λογω ω ειρηκει οτι ουκετι μελλουσι το προσωπον αυτου θεωρειν προεπεμπον δε αυτον εισ το πλοιο A ; οδυνωμενοι μαλιστα επι τω λογω ω ειρηκει οτι ουκετι μελλουσι το προσωπον αυτου θεωρειν προεπεμπον δε αυτον εισ το πλοιον B ; οδυνωμενοι μαλιστα επι τω λογω ω ειρηκει οτι ουκετι μελλουσιν το προσωπον αυτου θεωρειν προεπεμπο δε αυτον εισ το πλοιον C ; μαλιστα επι τω λογω οδυνωμενοι οτι ειπεν ουκετι μελλει σοι το προσωπον θεωρειν προεπεμπον δε αυτον επι το πλοιον D (substitution)